§19.25.1ὡς δʼ ἡμέρας ὁδὸν ἀπέσχον ἀπʼ ἀλλήλων τὰ στρατόπεδα, κατασκόπους ἔπεμψαν ἀμφότεροι καὶ μαθόντες τὰ πλήθη καὶ τὰς προαιρέσεις τῶν πολεμίων παρεσκευάσαντο μὲν πρὸς τὸν κίνδυνον, διελύθησαν δὲ χωρὶς μάχης·
When the camps were a day's journey apart from each other, both sent out scouts, and having learned the strength and plans of the enemy, they prepared for battle, but withdrew without a fight.
§19.25.2προβεβλημένοι γὰρ ἀμφότεροι ποταμόν τινα καὶ χαράδραν ἐξέταξαν μὲν τὰς δυνάμεις, διὰ δὲ τὰς τῶν τόπων δυσχωρίας οὐκ ἠδυνήθησαν διαγωνίσασθαι.
For, having both placed a certain river and a ravine in front of them, they drew up their forces, but because of the difficulty of the terrain they were unable to fight a decisive battle.
καταστρατοπεδεύσαντες δʼ ἀλλήλων ἀπὸ σταδίων τριῶν ἐπὶ μὲν ἡμέρας τέσσαρας ἀκροβολιζόμενοι καὶ προνομεύοντες τὴν χώραν διετέλεσαν, πάντων σπανίζοντες, τῇ πέμπτῃ δʼ Ἀντίγονος πρεσβευτὰς ἐξαπέστειλε πρός τε τοὺς σατράπας καὶ τοὺς Μακεδόνας, ἀξιῶν Εὐμενεῖ μὲν μὴ προσέχειν, ἑαυτῷ δὲ πιστεύειν·
Having encamped at a distance of three stades from each other, they spent four days skirmishing and plundering the countryside while lacking all supplies, but on the fifth day Antigonus sent envoys both to the satraps and to the Macedonians, demanding that they pay no attention to Eumenes but trust him instead.
§19.25.3συγχωρήσειν γὰρ ἔφη τοῖς μὲν σατράπαις ἔχειν τὰς ἰδίας σατραπείας, τῶν δὲ ἄλλων τοῖς μὲν χώραν πολλὴν δώσειν, τοὺς δὲ εἰς τὰς πατρίδας ἀποστελεῖν μετὰ τιμῆς καὶ δωρεῶν, τοὺς δὲ στρατεύεσθαι βουλομένους διανεμεῖν εἰς τὰς ἑκάστῳ καθηκούσας τάξεις.
For he said that he would permit the satraps to keep their own satrapies, and of the others, to some he would give much land, others he would send back to their homelands with honor and gifts, and those who wished to serve in the army he would distribute among the ranks appropriate to each.
§19.25.4τῶν δὲ Μακεδόνων οὐ προσεχόντων τοῖς λόγοις, ἀλλὰ καὶ προσαπειλούντων τοῖς πρεσβευταῖς Εὐμενὴς παρελθὼν ἐπῄνεσέν τε αὐτοὺς καὶ λόγον εἶπε τῶν παραδεδομένων μὲν καὶ παλαιῶν, οὐκ ἀνοίκειον δὲ τῆς περιστάσεως.
Since the Macedonians paid no attention to these words, but even threatened the envoys, Eumenes came forward and praised them, and told a story that was traditional and ancient, yet not unsuited to the situation.
§19.25.5ἔφη γὰρ ἐρασθέντα λέοντα παρθένου διαλεχθῆναι τῷ πατρὶ τῆς κόρης ὑπὲρ τοῦ γάμου, τὸν δὲ πατέρα λέγειν ὡς ἕτοιμος μέν ἐστιν αὐτῷ δοῦναι, δεδοικέναι δὲ τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας, μήποτε γήμας καὶ παροξυνθεὶς διά τινα αἰτίαν προσενέγκηται τῇ παρθένῳ θηριωδῶς.
For he said that a lion, having fallen in love with a maiden, spoke to the girl's father about marriage, and the father said that he was ready to give her to him, but that he feared his claws and teeth, lest having married her and being provoked for some reason, he should treat the maiden in a beastly manner.
§19.25.6τοῦ δὲ λέοντος ἐξελόντος τούς τε ὄνυχας καὶ τοὺς ὀδόντας τὸν πατέρα, θεωρήσαντα πάντα διʼ ὧν ἦν φοβερὸς ἀποβεβληκότα, τύπτοντα τῷ ξύλῳ ῥᾳδίως ἀποκτεῖναι.
But when the lion had removed both his claws and his teeth, the father, seeing that he had cast aside everything that made him fearsome, easily killed him by beating him with a club.
τὸ παραπλήσιον οὖν ποιεῖν καὶ τὸν Ἀντίγονον· §19.25.7μέχρι τούτου γὰρ ποιεῖσθαι τὰς ἐπαγγελίας ἕως ἂν τῆς δυνάμεως κυριεύσῃ καὶ κολάσῃ τηνικαῦτα τοὺς ἀφηγουμένους.
Therefore, Antigonus was doing much the same thing; for he would make his promises until he should get possession of the army, and would then punish the leaders.
ἐπισημαινομένου δὲ τοῦ πλήθους ὡς ὀρθῶς λέγοντος τότε μὲν ἔλυσε τὴν ἐκκλησίαν·
Since the multitude applauded him for speaking correctly, he then dismissed the assembly.