§19.24.1θανάτῳ περιέπεσεν ἂν ὑπὸ τοῦ πλήθους.
他便会被群众处死。
τούτῳ δὲ τῷ τρόπῳ τοὺς μὲν ἄλλους καταπληξάμενος, ἑαυτῷ δʼ ὄγκον καὶ πρόσχημα μέγα περιποιήσας μετεβάλετο πάλιν καὶ τὸν Πευκέστην λόγοις φιλανθρώποις καὶ μεγάλαις ἐπαγγελίαις προσαγαγόμενος εὔνουν ἐαυτῷ καὶ πρόθυμον κατεσκεύασεν εἰς τὸ τοῖς βασιλεῦσι συναγωνίζεσθαι.
以这种方式震慑了其他人,并为自己赢得了极大的尊严和威信之后,他又改变了态度,用温和的话语和巨大的许诺拉拢佩乌凯斯塔斯,使他对自己心存好意,并热心于为君王们共同战斗。
§19.24.2σπεύδων δὲ καὶ παρὰ τῶν ἄλλων σατραπῶν καὶ στρατηγῶν ὥσπερ ὅμηρα λαβεῖν τοῦ μὴ καταλείψειν αὐτόν, προσεποιήθη χρημάτων σπανίζειν καὶ παρεκάλεσεν ἕκαστον κατὰ δύναμιν δανεῖσαι τοῖς βασιλεῦσι.
他还急于从其他萨特拉普和将军们那里获得某种人质,作为他们不背弃自己的保证,于是他假装缺乏资金,请求每个人根据自己的能力贷款给君王们。
§19.24.3λαβὼν δὲ παρʼ ὧν ἐδόκει συμφέρειν ἡγεμόνων τετρακόσια τάλαντα τοὺς πρότερον ὑπόπτους ὄντας ἐπιβουλεύειν ἢ καταλείψειν πιστοτάτους φύλακας ἔσχε τοῦ σώματος καὶ συναγωνιστάς.
在从那些他认为借贷有利的指挥官那里收到了四百塔兰同之后,他便使那些先前被怀疑密谋或背弃他的人,成了他身边最忠实的护卫和共同战斗者。
§19.24.4οὕτως δὲ αὐτοῦ περὶ τούτων πρὸς τὸ μέλλον στρατηγοῦντος ἧκόν τινες ἐκ Μηδίας ἀπαγγέλλοντες ὅτι μετὰ τῆς δυνάμεως Ἀντίγονος τὴν ἀνάζευξιν ἐπὶ τῆς Περσίδος εἴη πεποιημένος.
正当他如此着眼于未来、为这些事务出谋划策之时,一些人从米底亚赶来,报告说安提柯已率领军队向波斯斯开拔。
ἃ δὴ πυθόμενος καὶ αὐτὸς ἀνέζευξε, διεγνωκὼς ἀπαντᾶν τοῖς πολεμίοις καὶ διακινδυνεύειν.
得知这一消息后,他自己也起兵出发,决心去迎击敌人并决一死战。
§19.24.5κατὰ δὲ τὴν ὁδοιπορίαν δευτεραῖος θυσίαν ἐπετέλεσε τοῖς θεοῖς καὶ τὴν δύναμιν εὐωχήσας πολυτελῶς τὰ μὲν πλήθη πρὸς εὔνοιαν προεκαλέσατο, αὐτὸς δὲ κατὰ τὴν μέθην συμπεριενεχθεὶς τῶν παραληφθέντων τοῖς εἰς τὸ πίνειν ὁρμήσασιν ἐνέπεσεν εἰς ἀρρωστίαν.
在行军的第二天,他向神明献祭,并慷慨地款待军队,赢得了群众的好感;但他自己却在醉酒中,被那些纵情饮酒的宾客所同化,结果病倒了。
διόπερ ἡμέρας τινὰς ἐπέσχε τῆς πορείας, καταβαρούμενος ὑπὸ τοῦ πάθους·
因此,他因病情沉重而耽搁了几天行程。
ἡ δὲ δύναμις ἐν ἀθυμίᾳ καθειστήκει, τῶν μὲν πολεμίων προσδοκωμένων ταχέως συνάψειν, τοῦ δʼ ἱκανωτάτου τῶν στρατηγῶν ὑπὸ τῆς νόσου πιεζουμένου.
军队陷入了沮丧之中,因为人们预期敌人很快就会交战,而最能干的将军却正受着疾病的折磨。
§19.24.6οὐ μὴν ἀλλὰ τοῦ πάθους κριθέντος ἐπειδὴ βραχέως αὑτὸν προσανέλαβε, προῆγε μετὰ τῆς δυνάμεως ἀφηγουμένου Πευκέστου καὶ Ἀντιγένους, αὐτὸς δὲ φορίῳ κομιζόμενος ἐπηκολούθει τοῖς οὐραγοῦσιν, ὅπως μὴ διὰ τὸν θόρυβον καὶ τὴν στενοχωρίαν παρενοχλοῖτο.
然而,在病情好转、他的体力稍微恢复之后,他便在佩乌凯斯塔斯和安提柯内斯的引领下率军前行,而他自己则坐在轿子里,跟在后卫部队后面,以免受到喧闹和拥挤的干扰。