§19.23.1πλησίον δʼ εἶναι πάσας τὰς παρασκευάς.
而且所有的准备品都近在咫尺。
πάντων δὲ κατὰ τρόπον ὑπηρετουμένων ἐπεσημαίνετο τὸ πλῆθος τὴν τοῦ Πευκέστου προθυμίαν καὶ φανερὸς ἦν ἐπιδεδωκὼς πολὺ πρὸς εὔνοιαν.
由于一切都被妥当照料,群众对佩乌凯斯塔斯的热诚大加称赞,显而易见他已大为赢得众人的好感。
ἃ δὴ θεωρῶν Εὐμενὴς καὶ συλλογιζόμενος τὸν Πευκέστην πολιτεύεσθαι πρὸς τὸ πλῆθος τῆς στρατηγίας ὀρεγόμενον, ἐπλάσατο ψευδεῖς ἐπιστολάς, διὰ δὲ τούτων τούς τε στρατιώτας εὐθαρσεῖς πρὸς τὰς μάχας κατεσκεύασεν καὶ τοῦ Πευκέστου τὸν ὄγκον καὶ τὸ πρόσχημα ταπεινώσας ἑαυτὸν εἰς ὕψος ἤγαγε καὶ προσδοκίαν ἐλπίδων ἀγαθῶν παρὰ τοῖς πλήθεσιν.
尤米尼斯见此情景,推测佩乌凯斯塔斯因觊觎最高指挥权而对群众百般谄媚,便伪造了假信件。 通过这些信件,他使士兵们在战斗中变得勇敢,且打击了佩乌凯斯塔斯的傲慢与威信,抬高了自己的地位,并在群众中唤起了对美好希望的期待。
§19.23.2ἦν δʼ ὁ νοῦς τῶν γεγραμμένων ὅτι τὸ μὲν Ἀλεξάνδρου παιδίον Ὀλυμπιὰς παραλαβοῦσα κεκόμισται καὶ τὴν Μακεδονίας βασιλείαν κυρίως, ἀναιρεθέντος Κασάνδρου, Πολυπέρχων δὲ διαβέβηκεν εἰς Ἀσίαν πρὸς Ἀντίγονον ἔχων τῆς βασιλικῆς δυνάμεως τὴν κρατίστην καὶ τοὺς ἐλέφαντας, ἔστι δὲ προσάγων ἤδη περὶ Καππαδοκίαν.
信中内容的要旨是:奥林匹亚丝已经接管了亚历山大的幼子,并在卡山德被杀之后,正式掌握了马其顿的王权;波利伯孔则率领着王室军队中最强劲的力量和战象,渡海来到亚洲对抗安提柯,目前已经进军至卡帕多西亚附近。
§19.23.3ἡ δʼ ἐπιστολὴ Συρίοις γεγραμμένη γράμμασιν ἀπέσταλτο παρὰ Ὀρόντου τοῦ σατραπείαν μὲν ἔχοντος Ἀρμενίας, φίλου δὲ ὄντος Πευκέστῃ.
这封信是用叙利亚文字写成,由担任亚美尼亚萨特拉普且是佩乌凯斯塔斯之友的奥隆特斯寄出。
πιστευθείσης δὲ τῆς ἐπιστολῆς διὰ τὴν συνήθειαν τὴν προϋπάρχουσαν τοῖς σατράπαις ὁ μὲν Εὐμενὴς ἐκέλευσε περιενεγκεῖν καὶ δεῖξαι τοῖς τε ἡγεμόσι καὶ τῶν ἄλλων στρατιωτῶν τοῖς πλείστοις, τὸ δὲ στρατόπεδον ἅπαν μετετέθη ταῖς διανοίαις καὶ πάντες ἀπέβλεπον πρὸς τὰς Εὐμενοῦς ἐλπίδας, ὡς τούτου δυνησομένου καὶ προάγειν διὰ τῶν βασιλέων οὓς ἂν βούληται καὶ δίκας λαβεῖν παρὰ τῶν ἀδικούντων.
由于萨特拉普之间先前便有的亲密交往,这封信得到了人们的信任。 于是尤米尼斯下令将其传阅,并展示给指挥官们以及大多数其他士兵。 整座军营在思想上完全转变了,所有人都瞩目于尤米尼斯所带来的希望,认为他能够通过君王们,既提拔他所希望的任何人,又能惩罚那些作恶之人。
§19.23.4μετὰ δὲ τὴν εὐωχίαν Εὐμενὴς βουλόμενος καταπλήξασθαι τοὺς ἀπειθοῦντας ἢ στρατηγίας ὀρεγομένους παρήγαγεν εἰς κρίσιν Σιβύρτιον, ὃς ἦν τῆς μὲν Ἀραχωσίας σατράπης, Πευκέστου δὲ μάλιστα φίλος, ἔλαθε δὲ αὐτὸν τῶν ἱππέων τινὰς ἀποστείλας εἰς Ἀραχώτας· καὶ τὰς ἀποσκευὰς κελεύσας παρελέσθαι εἰς τηλικούτους περιέστησε κινδύνους ὥστε, εἰ μὴ λαθὼν διέδρα,
宴会结束后,尤米尼斯想要震慑那些不服从者或觊觎最高指挥权的人,便将西比尔提乌斯传唤受审。 此人是阿拉霍西亚的萨特拉普,也是佩乌凯斯塔斯最亲密的朋友。 西比尔提乌斯曾瞒着尤米尼斯派遣部分骑兵前往阿拉霍西亚人那里;尤米尼斯下令没收他的财产,使他陷入极大的危险之中,以至于若不是他悄悄逃走,他便会丧命。