§19.17.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δημοκλείδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούνιον καὶ Κόιντον Αἰμίλιον, ὀλυμπιὰς δʼ ὑπῆρχεν ἕκτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Δεινομένης Λάκων.
当德莫克莱德斯在雅典担任执政官时,罗马人选举盖乌斯·尤尼乌斯与昆图斯· 埃米利乌斯为执政官,此时正值第一百一十六届奥林匹克运动会,拉科尼亚人德伊诺梅内斯获得了单跑道短跑冠军。
§19.17.2περὶ δὲ τούτους τοὺς καιροὺς Ἀντίγονος μὲν ἐκ τῆς Μεσοποταμίας ἀναζεύξας ἧκεν εἰς τὴν Βαβυλωνίαν κἀκεῖ συνέθετο κοινοπραγίαν Σελεύκῳ καὶ Πίθωνι· προσλαβόμενος δὲ καὶ παρὰ τούτων στρατιώτας ἔζευξε πλοίοις τὸν Τίγριν ποταμὸν καὶ περαιώσας τὰς δυνάμεις ὥρμησεν ἐπὶ τοὺς πολεμίους.
大约在这些时期,安提柯从美索不达米亚拔营,来到巴比伦尼亚,并在那里与塞琉古和培敦达成了联合行动的协议;在从他们那里也补充了士兵之后,他用船只在底格里斯河上架桥,使军队渡过河去,向敌人发起了进攻。
§19.17.3οἱ δὲ περὶ τὸν Εὐμενῆ πυθόμενοι τὰ πεπραγμένα Ξενοφίλῳ μὲν τῷ τὴν ἐν Σούσοις ἄκραν φυλάττοντι ἐκέλευσαν μήτε τῶν χρημάτων Ἀντιγόνῳ δοῦναί τι μήτʼ εἰς λόγους ἔρχεσθαι, αὐτοὶ δὲ τὰς δυνάμεις ἀναλαβόντες ὥρμησαν ἐπὶ τὸν Τίγριν ποταμόν, ἀπέχοντα Σούσων ὁδὸν ἡμέρας, ᾗ τῆς ὀρεινῆς ἐκρεῖ τῆς ὑπὸ τῶν αὐτονόμων κατεχομένης, οὓς Οὐξίους προσαγορεύουσι, πλάτος μὲν κατὰ πολλοὺς τόπους τριῶν σταδίων, ἔστι δὲ ὅτε καὶ τεσσάρων, βάθος δὲ κατὰ μέσον τὸ ῥεῦμα πρὸς τὰ μεγέθη τῶν ἐλεφάντων, καὶ φερόμενος μὲν ἀπὸ τῆς ὀρεινῆς ἐπὶ σταδίους ἑπτακοσίους εἰς τὴν Ἐρυθρὰν ἐξερεύγεται θάλασσαν, ἔχει δὲ καὶ θαλάσσιον ἰχθὺν πολὺν καὶ θηρία τῶν πελαγίων, ἃ φαίνεται μάλιστα περὶ κυνὸς ἀνατολάς.
而欧迈尼斯及其部属得知这些情况后,命令驻守苏萨城堡的克塞诺菲洛斯,既不要将任何资金给安提柯,也不要与他进行谈判。 他们自己则带领军队向底格里斯河出发,该河距离苏萨有一天的路程,流经被称为乌克西人的自治民族所占据的山区。 其宽度在许多地方为三斯塔迪翁,有时甚至达到四斯塔迪翁,而主流中央的深度相当于大象的高度。 它从山区流出七百斯塔迪翁后注入红海,河中还有许多海鱼和海洋巨兽,这些巨兽主要在天狼星升起前后出现。
§19.17.4τοῦτον δὲ τὸν ποταμὸν προβαλόμενοι καὶ πᾶσαν τὴν παραποταμίαν ἀπὸ τῶν πηγῶν ἕως τῆς θαλάσσης φυλακαῖς διαλαβόντες ἀνέμενον τὴν τῶν πολεμίων ἔφοδον.
他们以此河为屏障,并用哨所将从源头直至大海的整个沿河地带分割开来进行防守,等待敌人的进攻。
προσδεομένης δὲ τῆς φυλακῆς διὰ τὸ μῆκος στρατιωτῶν οὐκ ὀλίγων οἱ περὶ τὸν Εὐμενῆ καὶ Ἀντιγένη ἠξίωσαν τὸν Πευκέστην ἐκ τῆς Περσίδος μεταπέμψασθαι τοξότας μυρίους.
然而,由于战线漫长,防守需要不少士兵,欧迈尼斯和安提革涅斯便要求培乌凯斯塔斯从波斯地区征调一万名弓箭手。
§19.17.5ὁ δὲ τὸ μὲν πρῶτον οὐ προσεῖχεν αὐτοῖς, μεμψιμοιρῶν ἐπὶ τῷ μὴ τετευχέναι τῆς στρατηγίας, ὕστερον δὲ δοὺς αὑτῷ λόγον συνεχώρησεν ὅτι κρατήσαντος Ἀντιγόνου συμβήσεται καὶ τὴν σατραπείαν αὐτὸν ἀποβαλεῖν καὶ περὶ τοῦ σώματος κινδυνεῦσαι.
起初,他并不理会他们,抱怨自己没有获得总指挥权;但后来他自己权衡利弊,同意了这一请求,因为他意识到一旦安提柯获胜,他不仅会失去自己的行省,而且生命安全也会受到威胁。
§19.17.6ἀγωνιῶν οὖν ὑπὲρ αὑτοῦ καὶ τῆς στρατηγίας μᾶλλον τεύξεσθαι νομίζων ὡς πλείστους ἔχων στρατιώτας προσήγαγεν, καθάπερ ἠξίουν, τοξότας μυρίους.
因此,他为自己感到担忧,并认为拥有尽可能多的士兵更容易获得总指挥权,于是按照他们的要求,带去了一万名弓箭手。
ἀπέχοντες δʼ ἔνιοι τῶν Περσῶν ὁδὸν ἡμερῶν τριάκοντα τὸ παραγγελθὲν αὐθημερὸν ἤκουον διὰ τὸ φιλοτεχνηθὲν περὶ τὰς φυλακάς·
虽然有些波斯人距离有三十天的路程,但由于岗哨系统的巧妙设计,他们在同一天就听到了传达的命令。
§19.17.7ὅπερ οὐ καλῶς ἔχει παραδραμεῖν.
对此不加叙述是不妥当的。
τῆς γὰρ Περσίδος οὔσης αὐλωνοειδοῦς καὶ σκοπὰς ἐχούσης ὑψηλὰς καὶ πυκνὰς ἐπὶ τούτων ἐφειστήκεισαν οἱ μέγιστον φθεγγόμενοι τῶν ἐγχωρίων· διῃρημένων γὰρ τῶν τόπων εἰς φωνῆς ἀκοὴν οἱ παραλαμβάνοντες τὸ παραγγελθὲν ὁμοίως ἑτέροις παρεδίδοσαν, εἶτʼ ἐκεῖνοι πάλιν ἄλλοις, ἕως εἰς τὸ τέρμα τῆς σατραπείας τὸ δοθὲν παραδοθῇ.
因为波斯地区呈谷地状,拥有高耸而密集的瞭望台,在这些瞭望台上安置着当地声音最洪亮的人;由于各地点是按声音能听到的距离划分的,接受命令的人便同样传给其他人,然后其他人再传给别人,直到传达的命令到达行省的边界。