Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §19.16.1-19.16.5

阿塔罗斯等被俘将领的要塞叛乱与覆灭

第 93 段,共 301 段 · 希腊语

内容简介

以阿塔罗斯为首的被捕将领在要塞发起叛乱并将其占领,但随后被附近军队包围;尽管他们英勇抵抗,但在长期围困和内应背叛后,最终被强攻攻克。

§19.16.1ἅμα δὲ τούτοις πραττομένοις Ἄτταλος καὶ Πολέμων καὶ Δόκιμος, ἔτι δὲ Ἀντίπατρος καὶ Φιλώτας, οἱ μετὰ τῆς Ἀλκέτου δυνάμεως ἁλόντες ἡγεμόνες, ἐφυλάττοντο μὲν ἔν τινι φρουρίῳ καθʼ ὑπερβολὴν ὀχυρῷ, ἀκούσαντες δὲ τοὺς περὶ τὸν Ἀντίγονον εἰς τὰς ἄνω σατραπείας ποιεῖσθαι τὴν πορείαν, νομίζοντες εὔθετον ἔχειν καιρόν, ἔπεισάν τινας τῶν τηρούντων αὐτοὺς λῦσαι, κυριεύσαντες δὲ ὅπλων ἐπέθεντο τῇ φυλακῇ περὶ μέσας νύκτας.
正当这些事情进行之际,曾与阿尔克塔斯军队一同被捕的将领阿塔罗斯、波莱蒙、多基莫斯,以及安提帕特和菲罗塔斯,正被囚禁在一座极度坚固的要塞中。 当他们听说安提柯及其部属正向高地总督区进军时,认为自己得到了有利的时机,便说服了部分看守释放他们,并夺取了武器,于半夜时分袭击了卫兵。
αὐτοὶ μὲν οὖν ὀκτὼ τὸν ἀριθμὸν ὄντες, τηρούμενοι δὲ ὑπὸ στρατιωτῶν τετρακοσίων, διαφέροντες δὲ ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις διὰ τὴν μετʼ Ἀλεξάνδρου στρατείαν Ξενοπείθη μὲν τὸν φρούραρχον συναρπάσαντες ὑπὲρ τὸ τεῖχος ἔρριψαν, σταδιαῖον ἐχούσης τῆς πέτρας ὕψος, τῶν δʼ ἄλλων τοὺς μὲν κατασφάξαντες, τοὺς δὲ ἐκβαλόντες ἐνεπύρισαν τὰς οἰκίας.
虽然他们自己只有八人,而看守他们的士兵有四百人,但由于他们曾随亚历山大远征,在胆识和近战武艺上远超常人,因此他们抓住了要塞指挥官克塞诺佩伊塞斯,将其从城墙上扔了下去,而那块岩石的高度足有一斯塔迪翁。 对于其他士兵,他们斩杀了一部分,赶走了另一部分,并放火烧毁了他们的营房。
§19.16.2τῶν δʼ ἔξωθεν καραδοκούντων προσελάβοντο τὸν ἀριθμὸν εἰς πεντήκοντα.
他们又拉拢了在外面窥伺等待的人,将人数增加到大约五十人。
τοὺ δὲ φρουρίου σίτου τε πλῆθος καὶ τῶν ἄλλων ἐπιτηδείων ἔχοντος ἐβουλεύοντο πότερον χρὴ μένειν καὶ χρῆσθαι τῇ τῶν τόπων ὀχυρότητι, καραδοκοῦντας τὴν παρʼ Εὐμενοῦς βοήθειαν, ἢ φυγόντας τὴν ταχίστην ἀλᾶσθαι κατὰ τὴν χώραν, καιροτηροῦντας τὰς μεταβολάς.
由于要塞内有大量的粮食和其他生活必需品,他们便商讨是应当留下来利用地势的险要,等待欧迈尼斯的救援,还是应当尽快逃离并在各处流亡,以等待时局的变化。
§19.16.3γιγνομένης δὲ πλείονος ἀντιλογίας Δόκιμος μὲν ἐκχωρεῖν συνεβούλευεν, οἱ δὲ περὶ τὸν Ἄτταλον οὐκ ἔφασαν δυνήσεσθαι κακοπαθεῖν διὰ τὴν ἐν τοῖς δεσμοῖς γενομένην κακουχίαν.
随着争论愈发激烈,多基莫斯建议撤离,而阿塔罗斯等人则表示,由于在牢狱中所受的折磨,他们无法承受流亡的劳苦。
τούτων δὲ πρὸς ἀλλήλους διισταμένων ἔφθασαν ἐκ τῶν σύνεγγυς φρουρίων συνδραμόντες στρατιῶται πεζοὶ μὲν πλείους τῶν πεντακοσίων, ἱππεῖς δὲ τετρακόσιοι, χωρὶς δὲ τούτων ἐκ τῶν ἐγχωρίων ἄλλοι παντοδαποὶ πλείους τῶν τρισχιλίων, οἳ στρατηγὸν ἐξ ἑαυτῶν καταστήσαντες περιεστρατοπέδευσαν τὸ χωρίον.
正当他们彼此相持不下时,来自附近要塞的士兵抢先赶到,其中步兵五百余人,骑兵四百人,此外还有三千多名来自当地的各类居民,他们推举了一位将领,包围了该地。
§19.16.4παραδόξως δὲ πάλιν αὐτῶν κατακλεισθέντων Δόκιμος μὲν κατάβασίν τινα κατανοήσας ἀφύλακτον διεπρεσβεύσατο πρὸς τὴν Ἀντιγόνου γυναῖκα Στρατονίκην, οὖσαν πλησίον τῶν τόπων, καὶ δεύτερος διὰ ταύτης ἐκπηδήσας αὐτὸς μὲν οὐκ ἔτυχε πίστεως, ἀλλʼ εἰς φυλακὴν παρεδόθη, ὁ δὲ συγκαταβὰς αὐτῷ καθηγησάμενος τοῖς πολεμίοις ἀνήγαγεν εἰς τὸ χωρίον οὐκ ὀλίγους καὶ κατελάβετο μίαν τῶν ὀρθίων πετρῶν.
在他们出乎意料地再次被困住后,多基莫斯发现了一条无人看守的下山通道,便与当时就在附近的安提柯之妻斯特拉托妮凯进行交涉。 他与另一名同伴通过这条通道逃脱,但他自己并未获得信任,反而被关押起来;而与他一同下山的人则为敌人引路,带领不少敌兵进入该地,并占领了其中一座陡峭的岩石。
§19.16.5οἱ δὲ περὶ τὸν Ἄτταλον πολὺ λειπόμενοι τοῖς πλήθεσι διὰ τὰς ἀρετὰς ἀντείχοντο καὶ καθʼ ἡμέραν ἀγωνιζόμενοι διεκαρτέρουν·
阿塔罗斯等人虽然在人数上处于绝对劣势,但凭借其勇猛依然坚守,每日战斗,顽强抵抗。
πολιορκηθέντες δὲ ἐνιαυτὸν καὶ μῆνας τέσσαρας ἥλωσαν κατὰ κράτος.
在被围困了一年零四个月之后,他们最终被强攻攻克。

词汇与语法注释

  1. §19.16.1ἅμα δὲ τούτοις πραττομένοις — 使用现在分词的属格绝对结构,表示本章所述阿塔罗斯等人的反叛与前一章所述欧迈尼斯和安提柯的动向在时间上是并行发生的(“正当这些事情进行之际”)。
  2. §19.16.1ἀκούσαντες δὲ τοὺς περὶ τὸν Ἀντίγονον ... ποιεῖσθαι τὴν πορείαν — 听觉动词 `ἀκούω` 后接表示传闻的宾格加不定式结构(主语为 `τοὺς περὶ τὸν Ἀντίγονον`,不定式为 `ποιεῖσθαι`)。这表明他们是间接获得消息(听闻、报告),而非直接目击(直接目击通常伴随分词)。
  3. §19.16.3ἔφθασαν ... συνδραμόντες — 动词 `φθάνω` 与充当补充说明的分词 `συνδραμόντες`(`συντρέχω` 的不定过去时分词)相结合,用以强调“抢先赶到”或“最先聚集起来”这一占先的动作。
  4. §19.16.4δεύτερος διὰ ταύτης ἐκπηδήσας — 指示代名词 `ταύτης`(阴性单数属格)指代前文的阴性名词 `κατάβασιν`(下山通道)。作谓语性形容词使用的 `δεύτερος` 表示他“作为第二个人”或“与另一人一起(共两人)”由此逃脱。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §19.16.1-19.16.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.16.1-19.16.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。