Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.17.1-19.17.7

アンティゴノスの渡河とペウケスタスの兵力動員

94 / 301 箇所 · ギリシア語

要旨

アンティゴノスはバビロニアでセレウコスらと合流してティグリス川を渡り、エウメネス側は同川を拠点とした防衛線を敷きつつペルシス地方の通信網を利用して援軍を集める。

§19.17.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δημοκλείδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούνιον καὶ Κόιντον Αἰμίλιον, ὀλυμπιὰς δʼ ὑπῆρχεν ἕκτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Δεινομένης Λάκων.
アテナイにおいてデモクレイデスがアルコンであった年、ローマではガイウス・ユニウスとクィントゥス・ アエミリウスが執政官に就任し、オリンピア期は第116回であり、このときラコニアのデイノメネスがスタディオン競走で優勝した。
§19.17.2περὶ δὲ τούτους τοὺς καιροὺς Ἀντίγονος μὲν ἐκ τῆς Μεσοποταμίας ἀναζεύξας ἧκεν εἰς τὴν Βαβυλωνίαν κἀκεῖ συνέθετο κοινοπραγίαν Σελεύκῳ καὶ Πίθωνι·
これらの時期に、アンティゴノスはメソポタミアから軍を動かしてバビロニアに到着し、その地でセレウコスおよびピトンと共同行動をとる同盟を結んだ。
προσλαβόμενος δὲ καὶ παρὰ τούτων στρατιώτας ἔζευξε πλοίοις τὸν Τίγριν ποταμὸν καὶ περαιώσας τὰς δυνάμεις ὥρμησεν ἐπὶ τοὺς πολεμίους.
そして彼らからも兵士を補給されると、船でティグリス川に橋を架け、軍勢を渡河させて敵に向かって進軍した。
§19.17.3οἱ δὲ περὶ τὸν Εὐμενῆ πυθόμενοι τὰ πεπραγμένα Ξενοφίλῳ μὲν τῷ τὴν ἐν Σούσοις ἄκραν φυλάττοντι ἐκέλευσαν μήτε τῶν χρημάτων Ἀντιγόνῳ δοῦναί τι μήτʼ εἰς λόγους ἔρχεσθαι, αὐτοὶ δὲ τὰς δυνάμεις ἀναλαβόντες ὥρμησαν ἐπὶ τὸν Τίγριν ποταμόν, ἀπέχοντα Σούσων ὁδὸν ἡμέρας, ᾗ τῆς ὀρεινῆς ἐκρεῖ τῆς ὑπὸ τῶν αὐτονόμων κατεχομένης, οὓς Οὐξίους προσαγορεύουσι, πλάτος μὲν κατὰ πολλοὺς τόπους τριῶν σταδίων, ἔστι δὲ ὅτε καὶ τεσσάρων, βάθος δὲ κατὰ μέσον τὸ ῥεῦμα πρὸς τὰ μεγέθη τῶν ἐλεφάντων, καὶ φερόμενος μὲν ἀπὸ τῆς ὀρεινῆς ἐπὶ σταδίους ἑπτακοσίους εἰς τὴν Ἐρυθρὰν ἐξερεύγεται θάλασσαν, ἔχει δὲ καὶ θαλάσσιον ἰχθὺν πολὺν καὶ θηρία τῶν πελαγίων, ἃ φαίνεται μάλιστα περὶ κυνὸς ἀνατολάς.
エウメネスの一派は、これらの事態を知ると、スサの砦を守っているクセノフィロスに対して、アンティゴノスに資金を一切引き渡さず、交渉の席にも着かないよう命じた。 彼ら自身は軍勢を率いてティグリス川へと向かった。 この川はスサから一日の道のりにあり、ウクシオイと呼ばれる独立した人々が支配する山岳地帯から流れ出ている。 その幅は多くの場所で3スタディオン、時には4スタディオンあり、流れの中央における深さはゾウの背丈に匹敵する。 そして、山岳地帯から700スタディオンにわたって流れて紅海に注ぎ込んでおり、多くの海の魚や、特にシリウス星が昇る頃に姿を現す海洋の巨大な生物が生息している。
§19.17.4τοῦτον δὲ τὸν ποταμὸν προβαλόμενοι καὶ πᾶσαν τὴν παραποταμίαν ἀπὸ τῶν πηγῶν ἕως τῆς θαλάσσης φυλακαῖς διαλαβόντες ἀνέμενον τὴν τῶν πολεμίων ἔφοδον.
彼らはこの川を防御壁として前面に立て、水源から海に至る川沿いの全域に警備兵を分散して配置し、敵の襲撃を待ち受けた。
προσδεομένης δὲ τῆς φυλακῆς διὰ τὸ μῆκος στρατιωτῶν οὐκ ὀλίγων οἱ περὶ τὸν Εὐμενῆ καὶ Ἀντιγένη ἠξίωσαν τὸν Πευκέστην ἐκ τῆς Περσίδος μεταπέμψασθαι τοξότας μυρίους.
しかし、その距離の長さゆえに警備には少なからぬ兵士を必要としたため、エウメネスとアンティゲネスの一派は、ペウケスタスに対して、ペルシス地方から1万人の弓兵を召集して送るよう要求した。
§19.17.5ὁ δὲ τὸ μὲν πρῶτον οὐ προσεῖχεν αὐτοῖς, μεμψιμοιρῶν ἐπὶ τῷ μὴ τετευχέναι τῆς στρατηγίας, ὕστερον δὲ δοὺς αὑτῷ λόγον συνεχώρησεν ὅτι κρατήσαντος Ἀντιγόνου συμβήσεται καὶ τὴν σατραπείαν αὐτὸν ἀποβαλεῖν καὶ περὶ τοῦ σώματος κινδυνεῦσαι.
彼は最初、自分が総司令官に選ばれなかったことに不満を抱いていたため、彼らの言葉に耳を貸さなかったが、後に自ら熟考し、アンティゴノスが勝利すれば、自分もサトラップ領を失い、身の危険に晒されることになるだろうと同意した。
§19.17.6ἀγωνιῶν οὖν ὑπὲρ αὑτοῦ καὶ τῆς στρατηγίας μᾶλλον τεύξεσθαι νομίζων ὡς πλείστους ἔχων στρατιώτας προσήγαγεν, καθάπερ ἠξίουν, τοξότας μυρίους.
それゆえ、彼は自分自身の身を案じ、またできるだけ多くの兵士を率いている方が総司令官の地位を得やすいと考え、彼らの要求通りに1万人の弓兵を連れてきた。
ἀπέχοντες δʼ ἔνιοι τῶν Περσῶν ὁδὸν ἡμερῶν τριάκοντα τὸ παραγγελθὲν αὐθημερὸν ἤκουον διὰ τὸ φιλοτεχνηθὲν περὶ τὰς φυλακάς·
ペルシア人の中には30日の道のり離れたところに住む者もいたが、警備体制が極めて巧妙に工夫されていたため、命令をその日のうちに聞いた。
§19.17.7ὅπερ οὐ καλῶς ἔχει παραδραμεῖν.
このことを、語らずに通り過ぎるのはよろしくない。
τῆς γὰρ Περσίδος οὔσης αὐλωνοειδοῦς καὶ σκοπὰς ἐχούσης ὑψηλὰς καὶ πυκνὰς ἐπὶ τούτων ἐφειστήκεισαν οἱ μέγιστον φθεγγόμενοι τῶν ἐγχωρίων·
というのも、ペルシス地方は細長い谷地であり、高くて数多くの見張り台があり、それらの上に現地人で最も声の大きい者たちが配置されていたからである。
διῃρημένων γὰρ τῶν τόπων εἰς φωνῆς ἀκοὴν οἱ παραλαμβάνοντες τὸ παραγγελθὲν ὁμοίως ἑτέροις παρεδίδοσαν, εἶτʼ ἐκεῖνοι πάλιν ἄλλοις, ἕως εἰς τὸ τέρμα τῆς σατραπείας τὸ δοθὲν παραδοθῇ.
声が届く範囲ごとに各地点が割り振られており、命令を受け取った者たちが同様に次の者たちへ伝達し、さらに彼らから他の者へと伝えられ、命令がサトラップ領の端まで届けられるのである。

語釈・文法注

  1. 19.17.2ἔζευξε πλοῖοις τὸν Τίγριν ποταμὸν — 動詞 ζεύγνυμι は「繋ぐ」「橋を架ける」を意味し、対格の「川」を目的語に取り、与格の πλοίοις(船で)を伴って「船で川に橋を架ける(舟橋を作る)」という慣用的な軍事表現を形成している。
  2. 19.17.3πρὸς τὰ μεγέθη τῶν ἐλεφάντων — 前置詞 πρός + 対格が比例・比較関係を示し、「ゾウの大きさに応じて(匹敵して)」という意味になる。ここでは、川の中央の深さがゾウの体高に相当すること(あるいはゾウが潜るほどの深さであること)を表している。
  3. 19.17.4προβαλόμενοι — 中間態分詞 προβάλλομαι は「(防御のために)自分の前方に投げ出す、障壁として盾突く」の意。ここではティグリス川を自分たちの防衛の盾(障壁)として前面に置いたことを意味する。
  4. 19.17.6διὰ τὸ φιλοτεχνηθὲν περὶ τὰς φυλακάς — 冠詞付き中性分詞 τὸ φιλοτεχνηθέν が「工夫されたこと」「精巧な構築」という抽象名詞のように機能している。περὶ τὰς φυλακάς(監視所に関して)がそれを修飾し、「監視所の配置・システムに施された巧妙な技術のゆえに」となる。
  5. 19.17.7ὅπερ οὐ καλῶς ἔχει παραδραμεῖν — 関係代名詞 ὅπερ は前文で述べられた伝達方法の事実全体を指す。非人称表現の καλῶς ἔχει(〜するのがよい、適当である)に否定の οὐ と不定詞 παραδραμεῖν(通り過ぎる、無視する)が続き、「これについて言及せずに素通りすることは良くない(書き留めておく価値がある)」という著者の挿入句を構成する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.17.1-19.17.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.17.1-19.17.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。