§19.15.1ἐπεὶ δὲ παρεγενήθησαν εἰς τὴν Σουσιανὴν πρὸς τοὺς περὶ τὸν Εὐμενῆ, συνήγαγον ἐκκλησίαν κοινήν, ἐν ᾗ πολλὴν συνέβη γενέσθαι φιλοτιμίαν ὑπὲρ τῆς ἡγεμονίας.
当他们抵达苏西亚纳并与欧迈尼斯及其部属会合时,他们召集了一次联席会议,会上因争夺指挥权而发生了激烈的竞争。
Πευκέστης μὲν γὰρ διά τε τὸ πλῆθος τῶν §19.15.2συναγωνιζομένων καὶ τὴν παρʼ Ἀλεξάνδρου προαγωγὴν ἑαυτὸν ᾤετο δεῖν ἔχειν τὴν τῶν πάντων ἡγεμονίαν, Ἀντιγένης δὲ τῶν ἀργυρασπίδων Μακεδόνων στρατηγῶν ἔφη δεῖν δοθῆναι τὴν ἐξουσίαν τῆς αἱρέσεως τοῖς μετʼ αὐτοῦ Μακεδόσιν, συγκαταπεπολεμηκόσιν Ἀλεξάνδρῳ τὴν Ἀσίαν καὶ γεγονόσι διὰ τὰς ἀρετὰς ἀνικήτοις.
因为佩乌克斯泰斯鉴于与他共同作战的士兵人数众多以及亚历山大对他的提拔,认为自己应当拥有全军的指挥权;而银盾兵这一马其顿部队的将领安提根尼斯则表示,选择的权力应当给予与他同在的马其顿人,因为他们曾与亚历山大共同在亚洲征战,并因其英勇而变得无敌。
§19.15.3Εὐμενὴς δὲ φοβούμενος μὴ διὰ τὴν πρὸς ἀλλήλους στάσιν εὐχείρωτοι κατασταθῶσιν Ἀντιγόνῳ, συνεβούλευεν ἕνα μὲν μὴ καθιστᾶν ἡγεμόνα, πάντας δὲ τοὺς προκεκριμένους ὑπὸ τοῦ πλήθους σατράπας καὶ στρατηγοὺς εἰς τὴν βασιλικὴν αὐλὴν συνιόντας καθʼ ἡμέραν βουλεύεσθαι κοινῇ περὶ τῶν συμφερόντων·
然而,欧迈尼斯担心他们因彼此之间的争执而变得容易被安提柯制服,便建议不要设立单一的领袖,而是让所有受大众推崇的总督和将领每天齐集于皇家天幕,共同商讨切身利益。
§19.15.4ἕστατο γὰρ Ἀλεξάνδρῳ τετελευτηκότι σκηνὴ καὶ κατὰ ταύτην θρόνος, πρὸς ᾧ θύοντες εἰώθεισαν συνεδρεύειν περὶ τῶν κατεπειγόντων.
因为曾为已故的亚历山大搭建起一顶天幕,里面设有一尊宝座,他们习惯在宝座前献祭,并就紧急事务共同开会。
πάντων δὲ διασημαινομένων τὸ ῥηθὲν ὡς συμφέρον εἰρημένον συνῆγε καθʼ ἡμέραν συνέδριον οἷόν τινος δημοκρατουμένης πόλεως.
由于所有人均表示该提议十分有益,他便每日召集会议,犹如一个民主制的城邦。
§19.15.5μετὰ δὲ ταῦτα παρελθόντων αὐτῶν εἰς Σοῦσα παρὰ τῶν θησαυροφυλακούντων Εὐμενὴς ἔλαβε χρημάτων πλῆθος ὅσον ἦν ἱκανὸν εἰς τὰς χρείας· μόνῳ γὰρ τούτῳ διὰ τῶν ἐπιστολῶν οἱ βασιλεῖς συνετετάχεισαν διδόναι καθʼ ὅ, τι ἂν αὐτὸς προαιρῆται.
此后,当他们进入苏萨时,欧迈尼斯从国库保管员处获得了足够满足需求的巨额资金;因为国王们通过信件仅命令他们向此人提供他自己所选择的一切。
μισθοδοτήσας δὲ τοὺς Μακεδόνας εἰς ἓξ μῆνας Εὐδάμῳ τῷ τοὺς ἐλέφαντας καταγαγόντι τοὺς ἐκ τῆς Ἰνδικῆς ἔδωκε διακόσια τάλαντα, τῷ μὲν λόγῳ πρὸς τὰς τῶν θηρίων δαπάνας, τῷ δʼ ἔργῳ διὰ τῆς δωρεᾶς ταύτης θεραπεύων τὸν ἄνδρα·
在向马其顿人发放了六个月的军饷后,他向从印度运来战象的欧达摩斯支付了二百塔兰同,名义上是为了这些猛兽的开支,实际上则是通过这一赠礼来拉拢此人。
ᾧ γὰρ ἂν τῶν στασιαζόντων οὗτος προσθοῖτο, μεγίστην ἐποιεῖτο ῥοπήν, καταπληκτικῆς οὔσης τῆς τῶν θηρίων χρείας.
因为在相互对立的党派中,此人倾向于哪一方,就会带来极大的决定性分量,因为这些猛兽的效用是令人畏惧的。
τῶν δʼ ἄλλων σατραπῶν ἕκαστος ἔτρεφε τοὺς ἐκ τῆς ὑφʼ ἑαυτὸν χώρας συνηκολουθηκότας.
而其他总督则各自供养从自己管辖地区跟随而来的士兵。
§19.15.6Εὐμενὴς μὲν οὖν ἐν τῇ Σουσιανῇ διατρίβων ἀνελάμβανε τὴν δύναμιν, Ἀντίγονος δὲ παραχειμάσας ἐν τῇ Μεσοποταμίᾳ τὸ μὲν πρῶτον διενοήθη τοὺς περὶ τὸν Εὐμενῆ διώκειν ἐκ ποδὸς πρὶν αὐξηθῆναι, ὡς δʼ ἤκουσε τοὺς σατράπας καὶ τὰς μετʼ αὐτῶν δυνάμεις συνεληλυθυίας τοῖς Μακεδόσιν, ἐπέσχε τὴν σπουδὴν καὶ τήν τε δύναμιν ἀνελάμβανε καὶ προσκατέγραφε στρατιώτας· ἑώρα γὰρ τὸν πόλεμον μεγάλων στρατοπέδων καὶ παρασκευῆς οὐ τῆς τυχούσης προσδεόμενον.
因此,欧迈尼斯在苏西亚纳逗留并整顿军力,而安提柯在美索不达米亚度过冬季后,起初打算在欧迈尼斯等人壮大之前紧紧追击,但当他听说总督们及其麾下的军队已与马其顿人会合时,他便放缓了急切的行动,开始整顿自己的军力并招募更多的士兵;因为他看到这场战争需要庞大的军队和非同寻常的准备。