§19.14.1Πίθων σατράπης μὲν ἀπεδέδεικτο Μηδίας, στρατηγὸς δὲ τῶν ἄνω σατραπειῶν ἁπασῶν γενόμενος Φιλώταν μὲν τὸν προϋπάρχοντα Παρθυαίας στρατηγὸν ἀπέκτεινε, τὸν δὲ αὑτοῦ ἀδελφὸν Εὔδαμον ἀντὶ τούτου κατέστησεν.
培松曾被任命为米底的总督,但当他成为所有上部总督辖区的将领后,便杀害了帕提亚原先的将领菲罗塔斯,并立自己的兄弟欧达摩斯代替其职位。
§19.14.2οὗ γενομένου συνέδραμον οἱ λοιποὶ σατράπαι πάντες, φοβηθέντες μὴ τὸ παραπλήσιον πάθωσιν, ὄντος τοῦ Πίθωνος κινητικοῦ καὶ μεγάλα ταῖς ἐπιβολαῖς περιβαλομένου.
此事发生后,其他所有总督因担心遭受同样的命运而聚集在一起,因为培松野心勃勃且在企图上图谋宏大。
περιγενόμενοι δʼ αὐτοῦ μάχῃ καὶ πολλοὺς τῶν συναγωνισαμένων ἀνελόντες ἐξήλασαν ἐκ τῆς Παρθυαίας.
他们在战斗中战胜了培松,杀死了他的许多盟友,并将其逐出帕提亚。
§19.14.3κἀκεῖνος τὸ μὲν πρῶτον ἀνεχώρησεν εἰς Μηδίαν, μετʼ ὀλίγον δʼ εἰς τὴν Βαβυλῶνα παραγενόμενος παρεκάλει τὸν Σέλευκον βοηθεῖν αὐτῷ καὶ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων.
培松起初退往米底,但不久后抵达巴比伦,请求塞琉古援助他并共享同样的希望。
§19.14.4διὰ δὴ ταύτας τὰς αἰτίας τῶν ἄνω σατραπῶν συνηθροικότων εἰς τὸ αὐτὸ τὰ στρατόπεδα παρῆσαν οἱ παρʼ Εὐμενοῦς βυβλιαφόροι πρὸς ἑτοίμας τὰς δυνάμεις.
正因为这些原因,在上部各总督将军队集结在同一地点时,欧迈尼斯的信使便带着书简来到了这些已经准备就绪的军队面前。
ἦν δὲ τῶν ἡγεμόνων ἐπιφανέστατος μὲν καὶ κοινῷ δόγματι πάντων τὴν στρατηγίαν παραλαβὼν Πευκέστης, γεγενημένος Ἀλεξάνδρου σωματοφύλαξ καὶ προηγμένος ὑπὸ τοῦ βασιλέως δι’ ἀνδρείαν.
在诸将领中最著名、且经所有人共同决议而接掌指挥权的是佩乌케斯泰斯,他曾任亚历山大的护卫官,因其英勇而被国王提拔。
§19.14.5σατραπείαν δʼ εἶχεν ἔτη πλείονα τῆς Περσίδος καὶ μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς ἐγχωρίοις.
他治理波斯总督辖区多年,深受当地人爱戴。
διʼ ἃς αἰτίας φασὶ καὶ τὸν Ἀλέξανδρον αὐτῷ μόνῳ Μακεδόνων συγχωρῆσαι Περσικὴν φορεῖν στολήν, χαρίζεσθαι βουλόμενον τοῖς Πέρσαις καὶ διὰ τούτου νομίζοντα κατὰ πάνθʼ ἕξειν τὸ ἔθνος ὑπήκοον.
由于这些原因,据说亚历山大也仅允许他一个马其顿人穿着波斯服饰,因为国王希望取悦波斯人,并认为通过这种方式可以让该民族在一切事上保持顺从。
εἶχε δὲ τότε Πέρσας τοξότας μὲν καὶ σφενδονήτας μυρίους, τοὺς δὲ εἰς τὴν Μακεδονικὴν τάξιν καθωπλισμένους παντοδαποὺς τρισχιλίους, ἱππεῖς δʼ Ἕλληνας μὲν καὶ Θρᾷκας ἑξακοσίους, Πέρσας δὲ πλείους τῶν τετρακοσίων.
当时他拥有波斯弓兵及投石兵一万人,以马其顿战阵装备的各种士兵三千人,希腊与色雷斯骑兵六百人,波斯骑兵四百余人。
§19.14.6πολέμων δʼ ὁ Μακεδών, Καρμανίας σατράπης ἀποδεδειγμένος, εἶχε πεζοὺς μὲν χιλίους πεντακοσίους, ἱππεῖς δʼ ἑπτακοσίους.
马其顿人波勒蒙被任命为卡尔马尼亚总督,拥有步兵一千五百人,骑兵七百人。
καὶ Σιβύρτιος μὲν τῆς Ἀραχωσίας ἡγούμενος παρείχετο πεζοὺς μὲν χιλίους, ἱππεῖς δὲ δέκα πρὸς τοῖς ἑξακοσίοις, Ἀνδρόβαζος δʼ ἐκ Παροπανισαδῶν, τοῦ Ὀξυάρτου κυριεύοντος τῆς σατραπείας, ἀπέσταλτο μετὰ πεζῶν μὲν χιλίων καὶ διακοσίων, ἱππέων δὲ τετρακοσίων.
统治阿拉霍西亚的西比尔提乌斯提供了步兵一千人,骑兵六百一十人;而从奥克夏特斯统治下的帕罗帕尼萨达伊总督区,安德罗巴佐斯被派来,率领步兵一千二百人,骑兵四百人。
§19.14.7Στάσανδρος δʼ ὁ τῆς Ἀρίας καὶ Δραγγινῆς σατράπης, προσειληφὼς καὶ τοὺς ἐκ τῆς Βακτριανῆς, εἶχε πεζοὺς μὲν χιλίους πεντακοσίους, ἱππεῖς δὲ χιλίους.
阿里亚和德兰吉亚纳的总督斯塔桑德也收编了来自巴克特里亚的人,拥有步兵一千五百人,骑兵一千人。
§19.14.8ἐκ δὲ τῆς Ἰνδικῆς Εὔδαμος παρεγένετο μεθʼ ἱππέων μὲν πεντακοσίων, πεζῶν δὲ τριακοσίων, ἐλεφάντων δὲ ἑκατὸν εἴκοσι· τὰ δὲ θηρία ταῦτα παρέλαβε μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν δολοφονήσας Πῶρον τὸν βασιλέα.
从印度,欧达摩斯率领骑兵五百人、步兵三百人以及战象一百二十头前来;这些巨兽是在亚历山大去世后,他通过密谋刺杀国王波罗斯而夺得的。
οἱ δὲ πάντες μετὰ τῶν σατραπῶν ἠθροίσθησαν πεζοὶ μὲν πλείους τῶν μυρίων ὀκτακισχιλίων ἑπτακοσίων, ἱππεῖς δὲ τετρακισχίλιοι ἑξακόσιοι.
所有人和总督们集结在一起,总共有步兵一万八千七百余人,骑兵四千六百人。