Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §19.14.1-19.14.8

ピトンの追放とエウメネスに合流した東方サトラップたち

91 / 301 箇所 · ギリシア語

要旨

ピトンによるパルティア将軍殺害とこれに対する他のサトラップたちの同盟結成という背景が示され、エウメネスを支援するために結集した東方サトラップたちの詳細な陣容と兵力が記録される。

§19.14.1Πίθων σατράπης μὲν ἀπεδέδεικτο Μηδίας, στρατηγὸς δὲ τῶν ἄνω σατραπειῶν ἁπασῶν γενόμενος Φιλώταν μὲν τὸν προϋπάρχοντα Παρθυαίας στρατηγὸν ἀπέκτεινε, τὸν δὲ αὑτοῦ ἀδελφὸν Εὔδαμον ἀντὶ τούτου κατέστησεν.
ピートンはメディアのサトラップに任命されていたが、上部サトラップ領すべての将軍になると、パルティアの従来の将軍であったピロータスを殺害し、その代わりに自分の兄弟であるエウダモスを据えた。
§19.14.2οὗ γενομένου συνέδραμον οἱ λοιποὶ σατράπαι πάντες, φοβηθέντες μὴ τὸ παραπλήσιον πάθωσιν, ὄντος τοῦ Πίθωνος κινητικοῦ καὶ μεγάλα ταῖς ἐπιβολαῖς περιβαλομένου.
これが起きると、他のサトラップたちは全員、自分たちも同様の目に遭うのではないかと恐れて互いに駆け集まった。 ピートンが不穏な動きを見せ、その野心において大望を抱いていたからである。
περιγενόμενοι δʼ αὐτοῦ μάχῃ καὶ πολλοὺς τῶν συναγωνισαμένων ἀνελόντες ἐξήλασαν ἐκ τῆς Παρθυαίας.
彼らは戦闘でピートンに打ち勝ち、その味方たちの多くを殺害して、彼をパルティアから追放した。
§19.14.3κἀκεῖνος τὸ μὲν πρῶτον ἀνεχώρησεν εἰς Μηδίαν, μετʼ ὀλίγον δʼ εἰς τὴν Βαβυλῶνα παραγενόμενος παρεκάλει τὸν Σέλευκον βοηθεῖν αὐτῷ καὶ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων.
ピートンは最初はメディアへと退却したが、しばらくしてバビロンに到着すると、セレウコスに自分を援助し同じ希望を共有するよう求めた。
§19.14.4διὰ δὴ ταύτας τὰς αἰτίας τῶν ἄνω σατραπῶν συνηθροικότων εἰς τὸ αὐτὸ τὰ στρατόπεδα παρῆσαν οἱ παρʼ Εὐμενοῦς βυβλιαφόροι πρὸς ἑτοίμας τὰς δυνάμεις.
まさにこれらの理由によって、上部サトラップたちが同じ場所に軍勢を招集していたため、エウメネスからの書簡の伝令たちは、すでに準備の整っていた軍勢のもとに到着した。
ἦν δὲ τῶν ἡγεμόνων ἐπιφανέστατος μὲν καὶ κοινῷ δόγματι πάντων τὴν στρατηγίαν παραλαβὼν Πευκέστης, γεγενημένος Ἀλεξάνδρου σωματοφύλαξ καὶ προηγμένος ὑπὸ τοῦ βασιλέως δι’ ἀνδρείαν.
諸将の中で最も著名であり、全員の共通の決議によって指揮権を受け継いだのはペウケスタスであった。 彼はアレクサンドロスの護衛兵(ソーマトプュラクス)を務め、その勇敢さゆえに王によって引き立てられた人物であった。
§19.14.5σατραπείαν δʼ εἶχεν ἔτη πλείονα τῆς Περσίδος καὶ μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς ἐγχωρίοις.
彼はペルシスのサトラップ領を長年にわたって治めており、現地の人々から絶大な支持を得ていた。
διʼ ἃς αἰτίας φασὶ καὶ τὸν Ἀλέξανδρον αὐτῷ μόνῳ Μακεδόνων συγχωρῆσαι Περσικὴν φορεῖν στολήν, χαρίζεσθαι βουλόμενον τοῖς Πέρσαις καὶ διὰ τούτου νομίζοντα κατὰ πάνθʼ ἕξειν τὸ ἔθνος ὑπήκοον.
これらの理由から、アレクサンドロスもまた、マケドニア人の中で彼にだけペルシアの衣服を着用することを許したと言われている。 王はペルシア人たちを喜ばせたいと望み、これによってその民族をあらゆる点において従順に保つことができると考えたからである。
εἶχε δὲ τότε Πέρσας τοξότας μὲν καὶ σφενδονήτας μυρίους, τοὺς δὲ εἰς τὴν Μακεδονικὴν τάξιν καθωπλισμένους παντοδαποὺς τρισχιλίους, ἱππεῖς δʼ Ἕλληνας μὲν καὶ Θρᾷκας ἑξακοσίους, Πέρσας δὲ πλείους τῶν τετρακοσίων.
当時、彼はペルシア人の弓兵と投石兵を一万人、マケドニアの戦列の武装をした様々な兵士を三千人、さらにギリシア人とトラキア人の騎兵を六百人、ペルシア人の騎兵を四百人以上擁していた。
§19.14.6πολέμων δʼ ὁ Μακεδών, Καρμανίας σατράπης ἀποδεδειγμένος, εἶχε πεζοὺς μὲν χιλίους πεντακοσίους, ἱππεῖς δʼ ἑπτακοσίους.
マケドニア人のポレモンはカルマニアのサトラップに任命されていたが、歩兵千五百人、騎兵七百人を擁していた。
καὶ Σιβύρτιος μὲν τῆς Ἀραχωσίας ἡγούμενος παρείχετο πεζοὺς μὲν χιλίους, ἱππεῖς δὲ δέκα πρὸς τοῖς ἑξακοσίοις, Ἀνδρόβαζος δʼ ἐκ Παροπανισαδῶν, τοῦ Ὀξυάρτου κυριεύοντος τῆς σατραπείας, ἀπέσταλτο μετὰ πεζῶν μὲν χιλίων καὶ διακοσίων, ἱππέων δὲ τετρακοσίων.
また、アラコシアを支配していたシビュルティオスは、歩兵千人、騎兵六百十人を提供した。 オクシュアルテスがサトラップ領を支配しているパロパニサダイからは、アンドロバゾスが歩兵千二百人、騎兵四百人を率いて派遣されていた。
§19.14.7Στάσανδρος δʼ ὁ τῆς Ἀρίας καὶ Δραγγινῆς σατράπης, προσειληφὼς καὶ τοὺς ἐκ τῆς Βακτριανῆς, εἶχε πεζοὺς μὲν χιλίους πεντακοσίους, ἱππεῖς δὲ χιλίους.
アリアとドランギアナのサトラップであるスタサンドロスは、バクトリアからの兵も加えており、歩兵千五百人、騎兵千人を擁していた。
§19.14.8ἐκ δὲ τῆς Ἰνδικῆς Εὔδαμος παρεγένετο μεθʼ ἱππέων μὲν πεντακοσίων, πεζῶν δὲ τριακοσίων, ἐλεφάντων δὲ ἑκατὸν εἴκοσι·
また、インドからはエウダモスが騎兵五百人、歩兵三百人、戦象百二十頭を率いて到着した。
τὰ δὲ θηρία ταῦτα παρέλαβε μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν δολοφονήσας Πῶρον τὸν βασιλέα.
彼はアレクサンドロスの死後、国王ポーロスを謀殺してこれらの巨獣を手に入れていた。
οἱ δὲ πάντες μετὰ τῶν σατραπῶν ἠθροίσθησαν πεζοὶ μὲν πλείους τῶν μυρίων ὀκτακισχιλίων ἑπτακοσίων, ἱππεῖς δὲ τετρακισχίλιοι ἑξακόσιοι.
サトラップたちと共に集まった全軍は、歩兵が一万八千七百人以上、騎兵が四千六百人であった。

語釈・文法注

  1. §19.14.2οὗ γενομένου — 絶対属格構文(独立分詞)であり、前節で述べられたピトンの行動(ピロータス殺害と兄弟の擁立)を指す中性の指示代名詞 ὅς が主格的に機能している。文脈上、時間(〜したとき、〜したあとで)あるいは原因(〜が起きたので)を表す。
  2. §19.14.5διʼ ἃς αἰτίας φασὶ καὶ τὸν Ἀλέξανδρον αὐτῷ μόνῳ Μακεδόνων συγχωρῆσαι Περσικὴν φορεῖν στολήν — 主節の動詞 φασί(人々は言う)に導かれた、対格と不定詞による間接話法(A.c.I.構文)。τὸν Ἀλέξανδρον が不定詞 συγχωρῆσαι(許す)の意味上の主語であり、その συγχωρῆσαι がさらに不定詞 φορεῖν(着用する)を従えている。関係形容詞 ἃς(διʼ ἃς αἰτίας)は前の文との論理的接続を示す(関係代名詞の結合用法)。
  3. §19.14.6δέκα πρὸς τοῖς ἑξακοσίοις — 数詞「610」のギリシア語表現。直訳すると「600に加えて10」となる。「A πρός B(与格)」の形で「Bに加えてA」という意味を表す慣用的な数詞表現である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §19.14.1-19.14.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.14.1-19.14.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。