§19.13.1ταῦτα δὲ προσαγαγόντες πρὸς τὴν ἔκβασιν πάλιν ἐπεχείρουν τοὺς Μακεδόνας πείθειν ἀποστῆσαι τὸν Εὐμενῆ τῆς στρατηγίας καὶ μὴ προάγειν καθʼ αὑτῶν ἄνδρα ξένον καὶ πλείστους Μακεδόνας ἀνῃρηκότα.
他们将这些船只靠向登岸处,再次企图说服马其顿人解除欧迈尼斯的指挥权,并不要提拔一个杀害了极多马其顿人的异邦人来领导他们。
§19.13.2οὐδενὶ δὲ τρόπῳ τῶν περὶ τὸν Ἀντιγένη πειθομένων οἱ περὶ Σέλευκον προσπλεύσαντες πρός τινα διώρυγα παλαιὰν ἀνέρρηξαν τὴν ἀρχὴν αὐτῆς, ὑπὸ τοῦ χρόνου συγκεχωσμένην.
由于安提根尼斯一行绝不听从劝说,塞琉古等人便乘船来到一条废弃的古老运河旁,挖开了它那已被时间淤塞的入口。
περικλυσθείσης δὲ τῆς τῶν Μακεδόνων στρατοπεδείας καὶ πάντῃ τοῦ συνεχοῦς τόπου λιμνάσαντος ἐκινδύνευσεν ἅπαν ἀπολέσθαι τὸ στρατόπεδον ὑπὸ τῆς πλήμης.
马其顿军营四周被水包围,相邻的土地完全化为沼泽,全军在洪水中面临覆灭的危险。
§19.13.3ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἔμειναν ἐφʼ ἡσυχίας, ἀπορούμενοι πῶς χρηστέον τοῖς πράγμασι· τῇ δʼ ὑστεραίᾳ παραστησάμενοι τὰ κοντωτὰ πλοῖα, περὶ τριακόσια τὸν ἀριθμὸν ὄντα, διεβίβασαν τὸ κράτιστον τῆς δυνάμεως οὐδενὸς παρενοχλοῦντος κατὰ τὴν ἔκβασιν·
因此,在那一天里,他们因不知如何应对而静静地留驻;但在第二天,他们配备了大约三百艘撑杆船,将最精锐的部队运送过去,在登岸时未受任何干扰。
οἱ γὰρ περὶ Σέλευκον ἱππεῖς μόνον εἶχον καὶ τούτους πολὺ τοῖς ἀριθμοῖς λειπομένους τῶν ἐναντίων.
因为塞琉古等人只有骑兵,而且在数量上远远落后于对手。
§19.13.4νυκτὸς δὲ ἤδη καταλαμβανούσης Εὐμενὴς μὲν ἀγωνιῶν ὑπὲρ τῆς ἀποσκευῆς πάλιν εἰς τοὐπίσω διεβίβασε τοὺς Μακεδόνας, εἰσηγησαμένου δέ τινος τῶν ἐγχωρίων ἐπεβάλετό τινα τόπον ἀνακαθαίρειν, διʼ οὑ ῥᾴδιον ἦν ἀποστρέψαι τὴν διώρυγα καὶ βάσιμον κατασκευάσαι τὴν πλησίον χώραν.
随着夜幕降临,欧迈尼斯因担忧随军辎重的安全,又将马其顿人送回原处。 但在一位当地人的提议下,他着手清理某处地方,通过那里可以轻易地使运河改道,并使附近的土地变得可以通行。
§19.13.5ἃ δὴ συνιδόντες οἱ περὶ Σέλευκον καὶ βουλόμενοι τὴν ταχίστην αὐτοὺς ἐκ τῆς ἰδίας σατραπείας ἀπαλλάξαι πρέσβεις ἀπέστειλαν ὑπὲρ ἀνοχῶν, συγχωρήσαντες τὴν διάβασιν.
塞琉古等人察觉到这一点,并急于让他们尽快离开自己的总督辖区,便派出了求和的使者,允许他们渡河。
εὐθὺ δὲ καὶ βυβλιαφόρους ἀπέστειλαν πρὸς Ἀντίγονον εἰς Μεσοποταμίαν, ἀξιοῦντες ἥκειν τὴν ταχίστην μετὰ τῆς δυνάμεως, πρὶν ἢ καταβῆναι τοὺς σατράπας μετὰ τῶν δυνάμεων.
同时,他们立刻派人给美索不达米亚的安提戈诺斯送去信件,要求他尽快率军前来,以免其他总督率军南下。
§19.13.6Εὐμενὴς δὲ διαβὰς τὸν Τίγριν καὶ παραγενόμενος εἰς τὴν Σουσιανὴν εἰς τρία μέρη διεῖλε τὴν δύναμιν διὰ τὴν τοῦ σίτου σπάνιν.
欧迈尼斯渡过底格里斯河并抵达苏西亚纳后,由于粮食匮乏,将军队分为三部分。
ἐπιπορευόμενος δὲ τὴν χώραν κατὰ μέρος σίτου μὲν παντελῶς ἐσπάνιζεν, ὄρυζαν δὲ καὶ σήσαμον καὶ φοίνικα διέδωκε τοῖς στρατιώταις, δαψιλῶς ἐχούσης τῆς χώρας τοὺς τοιούτους καρπούς.
在逐步通过该地区的过程中,粮食完全短缺,但他给士兵们分发了稻米、芝麻和椰枣,因为该地区丰产此类作物。
§19.13.7πρὸς δὲ τοὺς ἐν ταῖς ἄνω σατραπείαις ἡγεμόνας ἦν μὲν καὶ πρότερον ἀπεσταλκὼς τὰς παρὰ τῶν βασιλέων ἐπιστολάς, ἐν αἷς ἦν γεγραμμένον πάντα πειθαρχεῖν Εὐμενεῖ, καὶ τότε δὲ βυβλιαφόρους ἀπέστειλεν, ἀξιῶν ἀπαντᾶν εἰς τὴν Σουσιανὴν ἅπαντας μετὰ τῶν ἰδίων δυνάμεων, καθʼ ὃν δὴ χρόνον συνέβη κἀκείνους ἠθροικέναι τὰ στρατόπεδα καὶ συνδεδραμηκέναι πρὸς ἀλλήλους διʼ ἑτέρας αἰτίας, ὑπὲρ ὧν ἀναγκαῖον προειπεῖν.
至于上部总督辖区的将领们,他此前就曾向他们送去国王们的来信,信中写明一切听从欧迈尼斯指挥;此时他也派出了信使,要求所有人带着各自的军队在苏西亚纳集结。 恰在此时,那些总督也因其他原因集结了军队并互相奔赴会师,关于其原因,有必要提前进行说明。