§19.1.1παλαιός τις παραδέδοται λόγος ὅτι τὰς δημοκρατίας οὐχ οἱ τυχόντες τῶν ἀνθρώπων, ἀλλʼ οἱ ταῖς ὑπεροχαῖς προέχοντες καταλύουσι.
有一个古老的传说流传下来,认为推翻民主制度的不是普通人,而是那些在优越地位上拔尖的人。
διὸ καὶ τῶν πόλεων ἔνιαι τοὺς ἰσχύοντας μάλιστα τῶν πολιτευομένων ὑποπτεύουσαι καθαιροῦσιν αὐτῶν τὰς ἐπιφανείας.
因此,有些城市怀疑那些在政治参与者中最有势力的人,从而削减他们的显赫地位。
§19.1.2σύνεγγυς γὰρ ἡ μετάβασις εἶναι δοκεῖ τοῖς ἐν ἐξουσίᾳ μένουσιν ἐπὶ τὴν τῆς πατρίδος καταδούλωσιν καὶ δυσχερὲς ἀποσχέσθαι μοναρχίας τοῖς διʼ ὑπεροχὴν τὰς τοῦ κρατήσειν ἐλπίδας περιπεποιημένοις·
因为对于留在权力宝座上的人来说,过渡到奴役祖国似乎是近在咫尺的事,且对于那些因优越地位而抱有统治希望的人来说,很难克制住自己不去实行君主独裁。
§19.1.3ἔμφυτον γὰρ εἶναι τὸ πλεονεκτεῖν τοῖς μειζόνων ὀρεγομένοις καὶ τὰς ἐπιθυμίας ἔχειν ἀτερματίστους.
因为对于追求更大事物的人来说,图谋更多是天生固有的,他们的欲望也是无止境的。
τοιγαροῦν Ἀθηναῖοι μὲν διὰ ταύτας τὰς αἰτίας τοὺς πρωτεύοντας τῶν πολιτῶν ἐφυγάδευσαν, τὸν λεγόμενον παρʼ αὐτοῖς ἐξοστρακισμὸν νομοθετήσαντες.
因此,雅典人出于这些原因,制定了在他们那里被称为“陶片放逐”的法律,将公民中的领头人物予以放逐。
καὶ τοῦτʼ ἔπραττον οὐχ ἵνα τῶν προγεγενημένων ἀδικημάτων λάβωσι τιμωρίαν, ἀλλʼ ὅπως τοῖς δυναμένοις παρανομεῖν ἐξουσία μὴ γένηται κατὰ τῆς πατρίδος ἐξαμαρτεῖν.
他们这样做并不是为了对过去发生的罪行施加惩罚,而是为了不让那些有能力违法的人有机会对祖国犯下罪行。
§19.1.4τῆς γὰρ Σόλωνος φωνῆς ὥσπερ χρησμοῦ τινος ἐμνημόνευον, ἐν οἷς περὶ τῆς Πεισιστράτου τυραννίδος προλέγων ἔθηκε τόδε τὸ ἐλεγεῖον »ἀνδρῶν ἐκ μεγάλων πόλις ὄλλυται, εἰς δὲ τυράννου δῆμος ἀϊδρίῃ δουλοσύνην ἔπεσεν. « §19.1.5μάλιστα δὲ πάντων ἐπεπόλασεν ἡ πρὸς τὰς μοναρχίας ὁρμὴ περὶ Σικελίαν πρὸ τοῦ Ῥωμαίους κυριεῦσαι ταύτης τῆς νήσου· αἱ γὰρ πόλεις ταῖς δημαγωγίαις ἐξαπατώμεναι μέχρι τούτου τοὺς ἀσθενεῖς ἰσχυροὺς κατεσκεύαζον, ἕως δεσπόται γένωνται τῶν ἐξαπατηθέντων.
因为他们记着索伦的话,就好像记着某种神谕一样;在那些话中,索伦预言了庇西特拉图的僭主统治,并写下了这首哀歌: »因伟大的人物,城市走向毁灭,而人民由于无知,陷入了僭主的奴役之中« 但在罗马人统治这座岛屿之前,在西西里,向往独裁统治的冲动最为盛行;因为各城市受到煽动言论的欺骗,不断扶植软弱者变得强大,直到他们成为那些受骗之人的主宰。
§19.1.6ἰδιώτατα δὲ πάντων Ἀγαθοκλῆς ἐτυράννησε τῶν Συρακοσίων, ἀφορμαῖς μὲν ἐλαχίσταις χρησάμενος, ἀτυχήμασι δὲ μεγίστοις περιβαλὼν οὐ τὰς Συρακούσσας μόνον, ἀλλὰ καὶ πᾶσαν Σικελίαν τε καὶ Λιβύην.
其中,阿加托克利斯以最奇特的方式篡夺了叙拉古人的僭主之位:他使用的凭仗最少,却不仅给叙拉古,而且给整个西西里和利比亚带来了最大的灾难。
§19.1.7διʼ ἀπορίαν γὰρ βίου καὶ πραγμάτων ἀσθένειαν τὴν κεραμευτικὴν τέχνην μεταχειρισάμενος εἰς τοῦτο προῆλθε δυνάμεως ἅμα καὶ μιαιφονίας ὥστε καταδουλώσασθαι μὲν τὴν μεγίστην καὶ καλλίστην τῶν πασῶν νήσων, κατακτήσασθαι δὲ χρόνον τινὰ τῆς τε Λιβύης τὴν πλείστην καὶ μέρη τῆς Ἰταλίας, ὕβρεως δὲ καὶ σφαγῆς ἐμπλῆσαι τὰς κατὰ Σικελίαν πόλεις.
因为他由于生计贫困、势力微弱而从事陶工手艺,却达到了如此庞大的权力和残暴的程度,以至于奴役了所有岛屿中最大、最美丽的一座,并在一段时间内占领了利比亚的大部分和意大利的一部分,使西西里的各个城市充满了暴行与屠杀。
§19.1.8οὐδεὶς γὰρ τῶν πρὸ τούτου τυράννων ἐπετελέσατό τι τοιοῦτον οὔτε τοιαύτην ὠμότητα κατὰ τῶν ὑποτεταγμένων ἔσχε.
因为在他之前的僭主中,没有任何人做出过这样的事,也没有人对臣民抱有如此的残酷。
τοὺς μὲν γὰρ ἰδιώτας ἐκόλαζε πᾶσαν τὴν συγγένειαν ἀποσφάττων, παρὰ δὲ τῶν πόλεων τὰς εὐθύνας ἐλάμβανεν ἡβηδὸν μιαιφονῶν καὶ διʼ ὀλίγους τῶν ἐγκαλουμένων τοὺς πολλοὺς καὶ μηδʼ ὁτιοῦν ἀδικήσαντας ἀναγκάζων τὴν αὐτὴν ἀναδέχεσθαι συμφορὰν πανδημεὶ τῶν πόλεων θάνατον κατεγίνωσκεν.
因为他在惩罚普通平民时,会屠杀其整个家族,而对于各城市,他则通过屠杀适龄青年来清算惩罚,并因少数被指控的人,强迫毫无过错的绝大多数人承受同样的灾难,向各城市的全体居民判处死刑。
§19.1.9ἀλλὰ γὰρ τῆς βύβλου ταύτης σὺν τοῖς ἄλλοις περιεχούσης καὶ τὴν τυραννίδα τὴν Ἀγαθοκλέους ἀφιέμενοι τὸ περὶ αὐτῆς προλέγειν τὰ συνεχῆ τοῖς προειρημένοις προσθήσομεν, παραθέντες πρότερον τοὺς οἰκείους τῇ γραφῇ χρόνους.
然而,既然本卷与其他内容一同包含了阿加托克利斯的僭主统治,我们就不在事前赘述,而是先列出适合本书记述的年代,然后把与前文所说相承接的后续事件添加进来。
§19.1.10ἐν μὲν οὖν ταῖς προειρημέναις ὀκτωκαίδεκα βίβλοις ἀνεγράψαμεν τὰς ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων πράξεις τὰς γεγενημένας ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ἐφʼ ὅσον ἡμῖν δύναμις, ἄχρι πρὸς τὸν ἐνιαυτὸν τὸν πρὸ τῆς Ἀγαθοκλέους τυραννίδος, εἰς ὃν ἀπὸ Τροίας ἁλώσεως ἔτη συνάγεται ὀκτακόσια ἑξήκοντα ἕξ·
在此前所说的十八卷中,我们已在力所能及的范围内,记述了自最古老时代起在已知人居世界各部分所发生的事情,一直写到阿加托克利斯僭主统治的前一年;从特洛伊陷落到那一年,总计为八百六十六年。
ἐν δὲ ταύτῃ τὴν ἀρχὴν ἀπὸ τῆς δυναστείας ταύτης ποιησάμενοι καταλήξομεν εἰς τὴν ἐφʼ Ἱμέρᾳ μάχην Ἀγαθοκλεῖ πρὸς Καρχηδονίους, περιλαβόντες ἔτη ἑπτά.
而在本卷中,我们将从这一统治开始,一直写到阿加托克利斯与迦太基人之间的希梅拉战役,共包括七年。