§18.7.1οἱ δʼ ἐν ταῖς ἄνω καλουμέναις σατραπείαις κατοικισθέντες Ἕλληνες ὑπʼ Ἀλεξάνδρου, ποθοῦντες μὲν τὴν Ἑλληνικὴν ἀγωγὴν καὶ δίαιταν, ἐν δὲ ταῖς ἐσχατιαῖς τῆς βασιλείας ἐξερριμμένοι, ζῶντος μὲν τοῦ βασιλέως ὑπέμενον διὰ τὸν φόβον, τελευτήσαντος δὲ ἀπέστησαν.
被亚历山大安置在所谓上游行省的希腊人,渴望希腊式的教育和生活方式,并对被抛弃在王国的边疆感到不满,在国王在世时因恐惧而忍耐,但当他去世时,他们便发动了叛乱。
§18.7.2συμφρονήσαντες δὲ καὶ ἑλόμενοι στρατηγὸν Φίλωνα τὸν Αἰνιᾶνα δύναμιν ἀξιόλογον συνεστήσαντο.
他们达成共识,选举艾尼亚尼亚人菲隆为将军,组织起了一支相当规模的军队。
πεζοὺς μὲν γὰρ εἶχον πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ τρισχιλίους, πάντας δὲ τῶν κατὰ τὸν πόλεμον ἀγώνων πολλάκις πεῖραν εἰληφότας καὶ διαφόρους ταῖς ἀνδραγαθίαις.
因为他们拥有两万多步兵和三千骑兵,所有这些人都在战争中经历过多次战斗,且因其英勇而杰出。
§18.7.3Περδίκκας δὲ πυθόμενος τὴν τῶν Ἑλλήνων ἀπόστασιν ἐκλήρωσεν ἐκ τῶν Μακεδόνων πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους.
佩尔迪卡斯得知希腊人的叛乱后,从马其顿人中抽签选出三千步兵和八百骑兵。
τοῦ δὲ πλήθους ἑλόμενος στρατηγὸν Πίθωνα τὸν σωματοφύλακα μὲν Ἀλεξάνδρου γεγονότα, φρονήματος δὲ πλήρη καὶ δυνάμενον στρατηγεῖν παρέδωκε τούτῳ τοὺς ἀποκληρωθέντας.
他挑选了曾任亚历山大近卫军、胸怀大志且具有指挥能力的皮松担任这支军队的将军,并将抽签选出的人交给了他。
δοὺς δʼ αὐτῷ πρὸς τοὺς σατράπας ἐπιστολὰς, ἐν αἷς γεγραμμένον ἦν στρατιώτας δοῦναι τῷ Πίθωνι μυρίους μὲν πεζούς, ἱππεῖς δὲ ὀκτακισχιλίους, ἐξαπέστειλεν ἐπὶ τοὺς ἀποστάντας.
他给了他写给各行省总督的信件,信中写明要提供给皮松一万步兵和八千骑兵,然后将他派遣去对付叛乱者。
§18.7.4ὁ δὲ Πίθων μεγαλεπίβολος ὢν ἀσμένως ὑπήκουσεν εἰς τὴν στρατείαν, διανοούμενος τοὺς μὲν Ἕλληνας ταῖς φιλανθρωπίαις προσάγεσθαι, τὴν δὲ δύναμιν τῇ τούτων συμμαχίᾳ μεγάλην ποιήσας ἰδιοπραγεῖν καὶ τῶν ἄνω σατραπειῶν δυναστεύειν.
而皮松由于野心勃勃,便欣然接受了这次远征,企图通过宽大政策将希腊人争取到自己一边,并利用与他们的同盟壮大自己的势力,从而独立行动并统治上游行省。
§18.7.5ὁ δὲ Περδίκκας ὑφορώμενος αὐτοῦ τὴν ἐπιβολήν διεκελεύσατο καταπολεμήσαντα τοὺς ἀφεστηκότας ἅπαντας ἀποκτεῖναι καὶ τὰ λάφυρα διαδοῦναι τοῖς στρατιώταις.
但佩尔迪卡斯怀疑他的企图,便下令要求他在打败叛乱者后将他们全部杀死,并将战利品分发给士兵。
ὁ δὲ Πίθων ἀναζεύξας μετὰ τῶν δεδομένων αὐτῷ στρατιωτῶν καὶ παρὰ τῶν σατραπῶν προσλαβόμενος τοὺς συμμάχους ἧκεν μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τοὺς ἀφεστηκότας.
皮松与交托给他的士兵一起出发,并从各行省总督处补充了盟军,率领全军来到了叛乱者面前。
διὰ δέ τινος Αἰνιᾶνος διαφθείρας Λητόδωρον, ἐπὶ τρισχιλίων στρατιωτῶν παρὰ τοῖς ἀποστάταις τεταγμένον, τοῖς ὅλοις προετέρησε.
他通过一个艾尼亚尼亚人收买了在叛乱者中指挥三千士兵的莱托多罗斯,从而在全局上占了上风。
§18.7.6γινομένης γὰρ τῆς παρατάξεως καὶ τῆς νίκης ἀμφιδοξουμένης ὁ προδότης ἐγκαταλιπὼν τοὺς συμμάχους ἀλόγως ἀπῆλθεν ἐπί τινα λόφον, ἔχων τρισχιλίους.
因为当阵势排开、胜负未分之时,那个叛徒抛弃了盟友,毫无道理地率领三千人退到了一座山丘上。
οἱ δʼ ἄλλοι δόξαντες τούτους πρὸς φυγὴν ὡρμηκέναι διεταράχθησαν καὶ τραπέντες ἔφυγον.
其他人以为这些人开始逃跑,便陷入混乱,溃败而逃。
§18.7.7ὁ δὲ Πίθων νικήσας τῇ μάχῃ διεκηρύξατο πρὸς τοὺς ἡττημένους, κελεύων τὰ μὲν ὅπλα καταθέσθαι, αὐτοὺς δὲ τὰ πιστὰ λαβόντας ἐπὶ τὰς ἰδίας κατοικίας ἀναχωρῆσαι.
皮松在战斗中获胜后,向被击败的人派出使者宣告,要求他们放下武器,并在获得安全保证后返回各自的居留地。
§18.7.8γενομένων δʼ ἐπὶ τούτοις ὅρκων καὶ τῶν Ἑλλήνων ἀναμιχθέντων τοῖς Μακεδόσιν ὁ μὲν Πίθων περιχαρὴς ἦν, κατὰ νοῦν αὐτῷ προχωρούντων τῶν πραγμάτων, οἱ δὲ Μακεδόνες μνησθέντες μὲν τῆς τοῦ Περδίκκου παραγγελίας, οὐδὲν δὲ φροντίσαντες τῶν γεγενημένων ὅρκων παρεσπόνδησαν τοὺς Ἕλληνας.
在这些条件上达成誓约、希腊人与马其顿人混合之后,皮松因事情按照他的意愿进行而非常高兴;但马其顿人记起了佩尔迪卡斯的命令,完全不顾已经达成的誓约,背叛了与希腊人的协定。
§18.7.9ἀπροσδοκήτως γὰρ αὐτοῖς ἐπιθέμενοι καὶ λαβόντες ἀφυλάκτους ἅπαντας κατηκόντισαν καὶ τὰ χρήματα διήρπασαν.
因为他们出乎意料地袭击了希腊人,趁着所有人毫无防备,用标枪将他们全部刺死,并抢夺了财物。
ὁ μὲν οὖν Πίθων διαψευσθεὶς τῶν ἐλπίδων ἀπῆλθε μετὰ τῶν Μακεδόνων πρὸς τὸν Περδίκκαν.
因此,皮松的希望落空了,他与马其顿人一起回到了佩尔迪卡斯那里。
καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
亚洲的事态便是如此。