Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.6.1-18.6.4

亚洲南部各行省的地理与分配

第 7 段,共 301 段 · 希腊语

内容简介

记述了朝向亚洲南部的各行省,包括印度、阿拉科西亚、巴比伦尼亚、美索不达米亚和埃及等地的地理配置,以及它们在亚历山大将领之间的分配。

§18.6.1τῶν δὲ πρὸς μεσημβρίαν ἐστραμμένων πρώτη μὲν παρὰ τὸν Καύκασόν ἐστιν Ἰνδική, βασιλεία μεγάλη καὶ πολυάνθρωπος, οἰκουμένη δʼ ὑπὸ πλειόνων Ἰνδικῶν ἐθνῶν, ὧν ἐστι μέγιστον τὸ τῶν Γανδαριδῶν ἔθνος, ἐφʼ οὓς διὰ τὸ πλῆθος τῶν παρʼ αὐτοῖς ἐλεφάντων οὐκ ἐπεστράτευσεν ὁ Ἀλέξανδρος.
在朝南的行省中,第一个是位于高加索山脉旁的印度,这是一个人口众多的巨大王国,居住着许多印度部族,其中最大的是甘达里代人部族,亚历山大因为他们那里有大量的战象而没有对他们进行远征。
§18.6.2ὁρίζει δὲ τὴν χώραν ταύτην καὶ τὴν ἑξῆς Ἰνδικὴν ποταμὸς ὁ ὀνομαζόμενος Γάγγης, μέγιστος ὢν τῶν περὶ τοὺς τόπους καὶ τὸ πλάτος ἔχων σταδίων τριάκοντα.
这一地区与相邻的印度被一条名为恒河的河流所分隔,它是该地区最大的河流,宽度达三十斯塔德。
ἐχομένη δὲ ταύτης ἡ λοιπὴ τῆς Ἰνδικῆς, ἣν κατεπολέμησεν ὁ Ἀλέξανδρος, ποταμίοις ὕδασι κατάρρυτος καὶ κατὰ τὴν εὐδαιμονίαν ἐπιφανεστάτη, καθʼ ἣν ὑπῆρχε σὺν ἄλλαις πλείοσι βασιλείαις ἥ τε τοῦ Πώρου καὶ Ταξίλου δυναστεία, διʼ ἧς συμβαίνει ῥεῖν τὸν Ἰνδὸν ποταμόν, ἀφʼ οὗ τὴν προσηγορίαν ἔσχεν ἡ χώρα.
紧邻此地的是印度的其余部分,亚历山大征服了该地,这里被河水灌溉,因其富饶而最为闻名;在其中,与许多其他王国并存的还有波罗斯和塔克西莱斯的领地,印度斯河正流经这一领地,该地区也因这条河而得名。
§18.6.3ἐχομένη δὲ τῆς Ἰνδικῆς ἀφώριστο σατραπείας Ἀραχωσία καὶ Κεδρωσία καὶ Καρμανία, πρὸς δὲ ταύταις Περσίς, ἐν ᾗ τὴν Σουσιανὴν καὶ Σιττακινὴν κεῖσθαι συμβέβηκεν· ἑξῆς δὲ Βαβυλωνία μέχρι τῆς κατὰ τὴν Ἀραβίαν ἀοικήτου·
紧邻印度,阿拉科西亚、格德罗西亚和卡尔马尼亚被划分为行省,此外还有波斯,苏西亚那和西塔基内正位于其中;接下来是巴比伦尼亚,一直延伸到紧邻阿拉伯的无人地带。
ἐκ δὲ θατέρου μέρους, ἀφʼ οὗ ποιούμεθα τὴν ἀνάβασιν, Μεσοποταμία περιειλημμένη δυσὶ ποταμοῖς, τῷ τε Εὐφράτῃ καὶ Τίγριδι, διʼ οὓς τέτευχε ταύτης τῆς προσηγορίας·
而在另一侧,也就是我们开始向上进军的地方,是美索不达米亚,它被幼发拉底河和底格里斯河这两条河流包围,它也因这两条河而获得这一名称。
ἐχομένη δὲ τῆς Βαβυλωνίας Συρία ἡ ἄνω καλουμένη καὶ αἱ συνεχεῖς ταύτῃ παραθαλάττιοι Κιλικία καὶ Παμφυλία καὶ ἡ Κοίλη Συρία, καθʼ ἣν ἡ Φοινίκη περιείληπται.
紧邻巴比伦尼亚的是所谓的上叙利亚,以及与其相连的沿海地区基利家、旁非利亚和柯里叙利亚,腓尼基被包围在柯里叙利亚之中。
παρὰ δὲ τὰ πέρατα τῆς Κοίλης Συρίας καὶ τὴν συνεχῶς κειμένην ἔρημον, καθʼ ἣν ὁ Νεῖλος φερόμενος ὁρίζει Συρίαν τε καὶ τὴν Αἴγυπτον, ἀπεδέδεικτο σατραπεία πασῶν ἀρίστη καὶ προσόδους ἔχουσα μεγάλας §18.6.4Αἴγυπτος.
在柯里叙利亚的边界和紧邻其旁的沙漠(尼罗河从这片沙漠流过,划分了叙利亚和埃及)之旁,设立了一个在所有行省中最优秀且拥有丰厚收入的行省,即埃及。
πᾶσαι δʼ αὗται καυματώδεις εἰσίν, ὡς ἀντιπνέοντος τοῦ κατὰ μεσημβρίαν ἀέρος τῷ πρὸς ἄρκτους καθήκοντι.
所有这些地方都极其炎热,因为南方的空气与向北延伸的空气相对吹拂。
αἱ μὲν οὖν ὑπʼ Ἀλεξάνδρου καταπολεμηθεῖσαι σατραπεῖαι τὸν εἰρημένον τρόπον κείμεναι διεμερίσθησαν τοῖς ἀξιολογωτάτοις τῶν ἀνδρῶν.
至此,被亚历山大征服的行省已按上述方式配置,并被分配给最杰出的人物。

词汇与语法注释

  1. 18.6.1ἐφʼ οὓς — 关系代名词 οὓς 是阳性复数,而其先行词是中性单数集合名词 τὸ τῶν Γανδαριδῶν ἔθνος(甘达里代人部族)。这是一种根据意义一致(synesis)的句法,指组成该部族的人。
  2. 18.6.2διʼ ἧς — 关系代名词 ἧς(阴性单数)以紧接其前的 δυναστεία(领地,阴性单数)为先行词,意为“流经该领地”。虽然从广义上也可以指代“印度的其余部分”(ἡ λοιπὴ τῆς Ἰνδικῆς),但从语法上的性数一致和临近原则来看,指向 δυναστεία 最为自然。
  3. 18.6.3ἀφώριστο σατραπείας — 动词 ἀφώριστο 是单数第三人称,尽管它的主语是并列的多个专有名词(Ἀραχωσία καὶ Κεδρωσία καὶ Καρμανία)。这或者是由于动词与第一个主语一致,或者将多个主语视为一个整体。σατραπείας 是宾格复数(雅典方言形式),用作谓语性的“作为行省”。
  4. 18.6.4ὡς ἀντιπνέοντος — 这是由 ὡς 引导的属格绝对结构 ἀντιπνέοντος τοῦ ... ἀέρος,用以表示主观原因。τῷ πρὸς ἄρκτους καθήκοντι(向北延伸者)为与格,作为 ἀντιπνέοντος(逆向吹拂)的补语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.6.1-18.6.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.6.1-18.6.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。