Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.8.1-18.8.7

罗得斯岛独立与拉米亚战争的缘起

第 9 段,共 301 段 · 希腊语

内容简介

在欧洲,罗得斯岛驱逐马其顿守备军并恢复独立,雅典则向安提帕特宣战,引发拉米亚战争。文中阐明了亚历山大国王颁布让所有希腊流亡者归国的法令,如何在雅典和埃托利亚等城市中引起强烈的反弹。

§18.8.1κατὰ δὲ τὴν Εὐρώπην Ῥόδιοι μὲν ἐκβαλόντες τὴν Μακεδονικὴν φρουρὰν ἠλευθέρωσαν τὴν πόλιν, Ἀθηναῖοι δὲ πρὸς Ἀντίπατρον πόλεμον ἐξήνεγκαν τὸν ὀνομασθέντα Λαμιακόν.
另一方面,在欧洲,罗得斯人驱逐了马其顿驻军,解放了他们的城市,而雅典人则对安提帕特发动了被称为拉米亚战争的战争。
τούτου δὲ τὰς αἰτίας ἀναγκαῖόν ἐστι προεκθέσθαι χάριν τοῦ σαφεστέρας γενέσθαι τὰς ἐν αὐτῷ συντελεσθείσας πράξεις.
为了使其中所完成的事迹更加清晰,有必要先阐明这场战争的原因。
§18.8.2Ἀλέξανδρος γὰρ βραχεῖ χρόνῳ πρότερον τῆς τελευτῆς ἔκρινε κατάγειν ἅπαντας τοὺς ἐν ταῖς Ἑλληνίσι πόλεσι φυγάδας, ἅμα μὲν δόξης ἕνεκεν, ἅμα δὲ βουλόμενος ἔχειν ἐν ἑκάστῃ πόλει πολλοὺς ἰδίους ταῖς εὐνοίαις πρὸς τοὺς νεωτερισμοὺς καὶ τὰς ἀποστάσεις τῶν Ἑλλήνων.
因为亚历山大在去世前不久,决定让希腊各城市的所有流亡者返回,一方面是为了名声,另一方面是因为他希望在每个城市中都有许多因好意而对他个人忠诚的人,以防范希腊人的变革和叛乱。
§18.8.3διόπερ ὑπογύων ὄντων τῶν Ὀλυμπίων ἐξέπεμψεν εἰς τὴν Ἑλλάδα Νικάνορα τὸν Σταγειρίτην, δοὺς ἐπιστολὴν περὶ τῆς καθόδου· ταύτην δὲ προσέταξεν ἐν τῇ πανηγύρει διὰ τοῦ νικήσαντος κήρυκος ἀναγνωσθῆναι τοῖς πλήθεσιν.
因此,在奥林匹亚竞技会临近之际,他派遣斯塔基拉的尼卡诺尔前往希腊,并交给他一封关于归国的信件;并命令在节日集会上由获胜的传令官向群众宣读这封信。
§18.8.4τούτου δὲ ποιήσαντος τὸ προσταχθὲν λαβὼν ὁ κῆρυξ ἀνέγνω τὴν ἐπιστολὴν τήνδε. “βασιλεὺς Ἀλέξανδρος τοῖς ἐκ τῶν Ἐλληνίδων πόλεων φυγάσι.
在后者执行了命令之后,传令官接过并宣读了如下信件:“国王亚历山大致希腊各城市的流亡者。
τοῦ μὲν φεύγειν ὑμᾶς οὐχ ἡμεῖς αἴτιοι γεγόναμεν, τοῦ δὲ κατελθεῖν εἰς τὰς ἰδίας πατρίδας ἡμεῖς ἐσόμεθα πλὴν τῶν ἐναγῶν.
你们的流亡并非我们所造成,但你们重返各自祖国,除被诅咒者外,我们将是其促成者。
γεγράφαμεν δὲ Ἀντιπάτρῳ περὶ τούτων, ὅπως τὰς μὴν βουλομένας τῶν πόλεων κατάγειν ἀναγκάσῃ. ” κηρυχθέντων δὲ
我们已就这些事务写信给安提帕特,以便他强制那些不愿让流亡者归国的城市予以接纳。
§18.8.5τούτων μεγάλῳ κρότῳ ἐπεσήμηνε τὸ πλῆθος· ἀποδεξάμενοι γὰρ οἱ κατὰ τὴν πανήγυριν τὴν χάριν τοῦ βασιλέως διὰ τὴν χαρὰν ἠμείβοντο τὴν εὐεργεσίαν τοῖς ἐπαίνοις.
”当这些事情宣告之后,群众以巨大的掌声表示赞同;因为在节日集会上的众人接受了国王的恩惠,因喜悦而以赞美来报答他的恩德。
ἦσαν δʼ οἱ φυγάδες ἀπηντηκότες ἅπαντες ἐπὶ τὴν πανήγυριν, ὄντες πλείους τῶν δισμυρίων.
流亡者全都聚集到了节日集会上,人数达两万以上。
§18.8.6οἱ μὲν οὖν πολλοὶ τὴν κάθοδον τῶν φυγάδων ὡς ἐπʼ ἀγαθῷ γινομένην ἀπεδέχοντο, Αἰτωλοὶ δὲ καὶ Ἀθηναῖοι δυσχεραίνοντες τῇ πράξει χαλεπῶς ἔφερον.
大多数人都欢迎流亡者的归国,认为这是一件好事,但埃托利亚人和雅典人对这一举措感到不满,难以接受。
Αἰτωλοὶ μὲν γὰρ τοὺς Οἰνιάδας ἐκβεβληκότες ἐκ τῆς πατρίδος προσεδόκων τὴν ἐπὶ τοῖς παρανομήμασιν ἐπακολουθοῦσαν κόλασιν· καὶ γὰρ ὁ βασιλεὺς ἠπειληκὼς ἦν ὡς οὐκ Οἰνιαδῶν παῖδες, ἀλλʼ αὐτὸς ἐπιθήσει τὴν δίκην αὐτοῖς· §18.8.7ὁμοίως δὲ τούτοις Ἀθηναῖοι τὴν Σάμον κατακεκληρουχηκότες οὐδαμῶς τὴν νῆσον ταύτην προΐεντο.
因为埃托利亚人将俄尼阿代人逐出了他们的家园,预计会因其不法行为而受到随之而来的惩罚;因为国王曾威胁说,不是俄尼阿代的子孙,而是他本人将对他们施加惩罚;与他们相似,雅典人已按份分配了萨摩斯岛作为殖民地,决不肯放弃这个岛屿。
οὐκ ὄντες δʼ ἀξιόμαχοι ταῖς τούτου δυνάμεσι κατὰ μὲν τὸ παρὸν ἡσυχίαν ἦγον, ἐπιτηροῦντες καιρὸν
但由于无法与他的军队匹敌,目前他们保持安静,等待时机。

词汇与语法注释

  1. §18.8.1χάριν τοῦ σαφεστέρας γενέσθαι τὰς ἐν αὐτῷ συντελεσθείσας πράξεις — 由支配属格的介词性名词 `χάριν`(“为了……”)所引导的冠词不定式(动名词)结构。不定式 `γενέσθαι` 的逻辑主语是宾格的 `τὰς ... πράξεις`,而形容词比较级的宾格形式 `σαφεστέρας` 则作为其谓语性宾语补足语。
  2. §18.8.3διὰ τοῦ νικήσαντος κήρυκος — 不定过去时分词 `νικήσαντος` 指的是在奥林匹亚竞技会开幕时举行的“传令官竞赛”中获得冠军的人;优胜者被赋予宣读国王诏书的荣誉。
  3. §18.8.4τοῦ μὲν φεύγειν ὑμᾶς ... τοῦ δὲ κατελθεῖν — 属格冠词不定式,依赖于表示原因的形容词 `αἴτιοι`(“……的原因”)。宾格的 `ὑμᾶς` 用作不定式的逻辑主语。
  4. §18.8.6ὡς οὐκ Οἰνιαδῶν παῖδες, ἀλλʼ αὐτὸς ἐπιθήσει τὴν δίκην αὐτοῖς — 紧接在动词 `ἠπειληκὼς ἦν`(“曾威胁说……”)之后的由 `ὡς` 引导的间接引语。在 `οὐκ Οἰνιαδῶν παῖδες`(“不是俄尼阿代的子孙”)之后,省略了类似于后半句动词 `ἐπιθήσει` 的施加惩罚的动词,以此突显与强意代名词 `αὐτὸς`(“国王本人”)的对比。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.8.1-18.8.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.8.1-18.8.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。