§18.7.1οἱ δʼ ἐν ταῖς ἄνω καλουμέναις σατραπείαις κατοικισθέντες Ἕλληνες ὑπʼ Ἀλεξάνδρου, ποθοῦντες μὲν τὴν Ἑλληνικὴν ἀγωγὴν καὶ δίαιταν, ἐν δὲ ταῖς ἐσχατιαῖς τῆς βασιλείας ἐξερριμμένοι, ζῶντος μὲν τοῦ βασιλέως ὑπέμενον διὰ τὸν φόβον, τελευτήσαντος δὲ ἀπέστησαν. §18.7.2συμφρονήσαντες δὲ καὶ ἑλόμενοι στρατηγὸν Φίλωνα τὸν Αἰνιᾶνα δύναμιν ἀξιόλογον συνεστήσαντο.
The Greeks who had been settled by Alexander in the so-called upper satrapies, longing for the Greek upbringing and way of life, and having been cast out into the frontiers of the kingdom, endured during the lifetime of the king on account of fear, but when he died, they revolted. Having come to a common mind and having chosen Philo the Aenianian as general, they organized a notable force.
πεζοὺς μὲν γὰρ εἶχον πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ τρισχιλίους, πάντας δὲ τῶν κατὰ τὸν πόλεμον ἀγώνων πολλάκις πεῖραν εἰληφότας καὶ διαφόρους ταῖς ἀνδραγαθίαις. §18.7.3Περδίκκας δὲ πυθόμενος τὴν τῶν Ἑλλήνων ἀπόστασιν ἐκλήρωσεν ἐκ τῶν Μακεδόνων πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους.
For they had more than twenty thousand infantry and three thousand cavalry, all of whom had often experienced the struggles of war and were distinguished for their bravery. When Perdiccas learned of the revolt of the Greeks, he chose by lot from the Macedonians three thousand infantry and eight hundred cavalry.
τοῦ δὲ πλήθους ἑλόμενος στρατηγὸν Πίθωνα τὸν σωματοφύλακα μὲν Ἀλεξάνδρου γεγονότα, φρονήματος δὲ πλήρη καὶ δυνάμενον στρατηγεῖν παρέδωκε τούτῳ τοὺς ἀποκληρωθέντας.
Selecting as general of this multitude Pithon, who had been a bodyguard of Alexander, a man full of ambition and capable of commanding, he delivered the men chosen by lot to him.
δοὺς δʼ αὐτῷ πρὸς τοὺς σατράπας ἐπιστολὰς, ἐν αἷς γεγραμμένον ἦν στρατιώτας δοῦναι τῷ Πίθωνι μυρίους μὲν πεζούς, ἱππεῖς δὲ ὀκτακισχιλίους, ἐξαπέστειλεν ἐπὶ τοὺς ἀποστάντας. §18.7.4ὁ δὲ Πίθων μεγαλεπίβολος ὢν ἀσμένως ὑπήκουσεν εἰς τὴν στρατείαν, διανοούμενος τοὺς μὲν Ἕλληνας ταῖς φιλανθρωπίαις προσάγεσθαι, τὴν δὲ δύναμιν τῇ τούτων συμμαχίᾳ μεγάλην ποιήσας ἰδιοπραγεῖν καὶ τῶν ἄνω σατραπειῶν δυναστεύειν. §18.7.5ὁ δὲ Περδίκκας ὑφορώμενος αὐτοῦ τὴν ἐπιβολήν διεκελεύσατο καταπολεμήσαντα τοὺς ἀφεστηκότας ἅπαντας ἀποκτεῖναι καὶ τὰ λάφυρα διαδοῦναι τοῖς στρατιώταις.
And giving him letters to the satraps, in which it was written to give to Pithon ten thousand infantry and eight thousand cavalry, he sent him out against the rebels. But Pithon, being highly ambitious, gladly accepted the campaign, intending to win over the Greeks by kindnesses, and having made his force great by their alliance, to act independently and rule over the upper satrapies. But Perdiccas, suspecting his design, ordered him, after subduing the rebels, to kill them all and distribute the spoils to the soldiers.
ὁ δὲ Πίθων ἀναζεύξας μετὰ τῶν δεδομένων αὐτῷ στρατιωτῶν καὶ παρὰ τῶν σατραπῶν προσλαβόμενος τοὺς συμμάχους ἧκεν μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τοὺς ἀφεστηκότας.
And Pithon, setting out with the soldiers given to him and receiving allies from the satraps, came with his entire force against the rebels.
διὰ δέ τινος Αἰνιᾶνος διαφθείρας Λητόδωρον, ἐπὶ τρισχιλίων στρατιωτῶν παρὰ τοῖς ἀποστάταις τεταγμένον, τοῖς ὅλοις προετέρησε. §18.7.6γινομένης γὰρ τῆς παρατάξεως καὶ τῆς νίκης ἀμφιδοξουμένης ὁ προδότης ἐγκαταλιπὼν τοὺς συμμάχους ἀλόγως ἀπῆλθεν ἐπί τινα λόφον, ἔχων τρισχιλίους.
And having corrupted through a certain Aenianian Letodorus, who was stationed over three thousand soldiers among the rebels, he gained the upper hand in the overall situation. For when the battle line was formed and victory was undecided, the traitor abandoned his allies and withdrew without reason to a certain hill, having three thousand men.
οἱ δʼ ἄλλοι δόξαντες τούτους πρὸς φυγὴν ὡρμηκέναι διεταράχθησαν καὶ τραπέντες ἔφυγον. §18.7.7ὁ δὲ Πίθων νικήσας τῇ μάχῃ διεκηρύξατο πρὸς τοὺς ἡττημένους, κελεύων τὰ μὲν ὅπλα καταθέσθαι, αὐτοὺς δὲ τὰ πιστὰ λαβόντας ἐπὶ τὰς ἰδίας κατοικίας ἀναχωρῆσαι. §18.7.8γενομένων δʼ ἐπὶ τούτοις ὅρκων καὶ τῶν Ἑλλήνων ἀναμιχθέντων τοῖς Μακεδόσιν ὁ μὲν Πίθων περιχαρὴς ἦν, κατὰ νοῦν αὐτῷ προχωρούντων τῶν πραγμάτων, οἱ δὲ Μακεδόνες μνησθέντες μὲν τῆς τοῦ Περδίκκου παραγγελίας, οὐδὲν δὲ φροντίσαντες τῶν γεγενημένων ὅρκων παρεσπόνδησαν τοὺς Ἕλληνας. §18.7.9ἀπροσδοκήτως γὰρ αὐτοῖς ἐπιθέμενοι καὶ λαβόντες ἀφυλάκτους ἅπαντας κατηκόντισαν καὶ τὰ χρήματα διήρπασαν.
The others, thinking that these had turned to flight, were thrown into confusion and, being routed, fled. Having won the battle, Pithon sent a herald to the defeated, ordering them to lay down their arms and, after receiving pledges of good faith, to return to their own settlements. When oaths had been made on these terms and the Greeks had mingled with the Macedonians, Pithon was overjoyed, since affairs were proceeding according to his mind; but the Macedonians, remembering the command of Perdiccas and caring nothing for the oaths that had been made, broke the treaty with the Greeks. For falling upon them unexpectedly and catching them all off guard, they ran them down with javelins and plundered their property.
ὁ μὲν οὖν Πίθων διαψευσθεὶς τῶν ἐλπίδων ἀπῆλθε μετὰ τῶν Μακεδόνων πρὸς τὸν Περδίκκαν.
Thus Pithon, disappointed of his hopes, went away with the Macedonians to Perdiccas.
καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
And such was the state of affairs in Asia.