§18.65.1κατὰ δὲ τοῦτον τὸν καιρὸν ἧκεν ἐπιστολὴ Νικάνορι παρʼ Ὀλυμπιάδος, ἐν ᾗ προσέταττεν ἀποδοῦναι Ἀθηναίοις τήν τε Μουνυχίαν καὶ τὸν Πειραιᾶ.
此时,一封来自奥林匹亚丝的信件送达尼卡诺尔处,信中命令他将慕尼基亚和比雷埃夫斯归还给雅典人。
ὁ δὲ Νικάνωρ ἀκούων ὅτι μέλλουσιν οἱ βασιλεῖς καὶ Πολυπέρχων κατάγειν εἰς Μακεδονίαν τὴν Ὀλυμπιάδα καὶ τοῦ τε παιδίου τὴν ἐπιμέλειαν ἐκείνῃ παραδιδόναι καὶ τὴν προϋπάρχουσαν ἀποδοχὴν καὶ τιμὴν Ἀλεξάνδρου ζῶντος ἀποκαθιστάναι Ὀλυμπιάδι, φοβηθεὶς ἐπηγγείλατο μὲν παραδώσειν, ἀεὶ δὲ προφάσεις τινὰς ποιούμενος παρῆγε τὴν πρᾶξιν.
尼卡诺尔听说国王们和波利伯孔正准备迎接奥林匹亚丝回到马其顿,并将幼童的监护权交给她,且恢复奥林匹亚丝在亚历山大在世时所享有的一切待遇和荣誉,他感到恐惧,于是口头上答应交出,但此后不断制造各种借口拖延执行。
§18.65.2οἱ δὲ Ἀθηναῖοι πεπολυωρηκότες ἐν τοῖς ἔμπροσθεν χρόνοις τὴν Ὀλυμπιάδα καὶ νομίσαντες τὰς μὲν ταύτῃ δεδογμένας τιμὰς ὄντως γεγονέναι, τὴν δὲ ἀπόληψιν τῆς αὐτονομίας διὰ ταύτης ἐλπίζοντες ἀκινδύνως ἔσεσθαι περιχαρεῖς ἦσαν.
雅典人以往极度敬重奥林匹亚丝,认为决定给予她的荣誉已经真正实现,并期望通过她可以毫无危险地收回自治权,因而感到无比欢欣。
§18.65.3ἀτελέστων δʼ ἔτι τῶν ἐπαγγελιῶν οὐσῶν ᾗκεν Ἀλέξανδρος ὁ Πολυπέρχοντος υἱὸς μετὰ δυνάμεως εἰς τὴν Ἀττικήν.
在这些诺言尚未实现之时,波利伯孔之子亚历山大率军抵达阿提卡。
οἱ μὲν οὖν Ἀθηναῖοι διέλαβον αὐτὸν ἥκειν ἀποκαταστήσοντα τῷ δήμῳ τήν τε Μουνυχίαν καὶ τὸν Πειραιᾶ, τὸ δʼ ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ τοὐναντίον αὐτὸς ἰδίᾳ παραληψόμενος ἀμφότερα πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας.
雅典人以为他是来向公民大会归还慕尼基亚和比雷埃夫斯的,但事实并非如此,相反,他本人企图因战争需要而将这两处私自占为己有。
§18.65.4τῶν γὰρ Ἀντιπάτρῳ γεγονότων φίλων τινές, ὧν ὑπῆρχον καὶ οἱ περὶ Φωκίωνα, φοβούμενοι τὰς ἐκ τῶν νόμων τιμωρίας ὑπήντησαν τῷ Ἀλεξάνδρῳ καὶ διδάξαντες τὸ συμφέρον ἔπεισαν αὐτὸν ἰδίᾳ κατέχειν τὰ φρούρια καὶ μὴ παραδιδόναι τοῖς Ἀθηναίοις, μέχρι ἂν ὁ Κάσανδρος καταπολεμηθῇ.
因为曾经是安提帕特之友的某些人(其中包括福基翁及其一党),害怕法律的惩罚,便前去迎接亚历山大,向他说明利害关系,说服他私自占领这些要塞,在卡山德被彻底击败之前不要将其交给雅典人。
§18.65.5ὁ δὲ Ἀλέξανδρος πλησίον τοῦ Πειραιῶς καταστρατοπεδεύσας τοὺς μὲν Ἀθηναίους οὐ παρελάμβανε πρὸς τὰς ἐντεύξεις τὰς πρὸς τὸν Νικάνορα, ἰδίᾳ δὲ συνιὼν εἰς λόγους καὶ ἐν ἀπορρήτοις διαπραττόμενος φανερὸς ἦν ἀδικεῖν μέλλων τοὺς Ἀθηναίους.
亚历山大在比雷埃夫斯附近扎营,他在与尼卡诺尔谈判时不让雅典人参与,而是私下会面,并在秘密谈判中显然企图对雅典人行不义之事。
§18.65.6ὁ δὲ δῆμος εἰς ἐκκλησίαν συνελθὼν τὰς μὲν ὑπαρχούσας ἀρχὰς κατέλυσεν, ἐκ δὲ τῶν δημοτικωτάτων τὰ ἀρχεῖα καταστήσας τοὺς ἐπὶ τῆς ὀλιγαρχίας γεγονότας ἄρχοντας κατεδίκασε τοὺς μὲν θανάτῳ, τοὺς δὲ φυγῇ καὶ δημεύσει τῆς οὐσίας· ἐν οἷς ἦν καὶ Φωκίων ὁ ἐπʼ Ἀντιπάτρου τὴν τῶν ὅλων ἀρχὴν ἐσχηκώς.
民众聚集召开公民大会,废除了现存的官职,从最民主的人士中设立了新的官署,并对那些在寡头政权下担任过官职的人进行了审判,判处其中一些人死刑,另一些人流放并没收财产;在这些人中也包括在安提帕特统治下掌握了国家全部权力的福基翁。