Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.64.1-18.64.5

尼卡诺尔占领比雷埃夫斯

第 65 段,共 301 段 · 希腊语

内容简介

尼卡诺尔通过欺骗手段暗中增强了慕尼基亚的守备力量,并占领了比雷埃夫斯的城墙和港口。面对雅典显赫使节的抗议,他以需向卡山德请示为由予以推委。

§18.64.1ἅμα δὲ τούτοις πραττομένοις Νικάνωρ ὁ τὴν Μουνυχίαν κατέχων ἀκούων τὸν μὲν Κάσανδρον ἐκ Μακεδονίας κεχωρίσθαι πρὸς Ἀντίγονον, τὸν δὲ Πολυπέρχοντα προσδόκιμον εἶναι συντόμως ἥξειν εἰς τὴν Ἀττικὴν μετὰ τῆς δυνάμεως ἠξίου τοὺς Ἀθηναίους διαφυλάττειν τὴν πρὸς τὸν Κάσανδρον εὔνοιαν.
就在这些事情进行的同时,控制着慕尼基亚的尼卡诺尔听说卡山德已从马其顿动身前往安提柯处,且波利伯孔预计不久将率军抵达阿提卡,便要求雅典人保持对卡山德的好感。
§18.64.2οὐθενὸς δὲ αὐτῷ προσέχοντος, ἀλλὰ καὶ τὴν φρουρὰν πάντων οἰομένων δεῖν ἐξάγειν τὴν ταχίστην τὸ μὲν πρῶτον παρακρουσάμενος τὸν δῆμον ἔπεισεν ὀλίγας ἡμέρας ἐπισχεῖν· πράξειν γὰρ αὐτὸν τὰ συμφέροντα τῇ πόλει·
但是,没有人理会他,相反,所有人都认为应当尽快撤走守备队。 于是,起初他欺骗并说服了民众等待几天,声称他将做有利于城邦的事。
μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων ἐπί τινας ἡμέρας ἡσυχίαν ἐχόντων ἔλαθε νυκτὸς κατʼ ὀλίγους στρατιώτας εἰσαγαγὼν εἰς τὴν Μουνυχίαν, ὥστε γενέσθαι δύναμιν ἀξιόχρεων τηρεῖν τὴν φυλακὴν καὶ διαγωνίζεσθαι πρὸς τοὺς ἐπιβαλλομένους πολιορκεῖν τὴν φρουράν.
此后,趁着雅典人保持了几天的平静,他在夜间悄悄地将士兵分批带入慕尼基亚,从而形成了足以维持防守并与企图包围守备队的人进行战斗的力量。
§18.64.3οἱ δὲ Ἀθηναῖοι γνόντες τὸν Νικάνορα μηδὲν ὑγιὲς πράττοντα πρὸς μὲν τοὺς βασιλέας καὶ Πολυπέρχοντα πρεσβείαν ἐξέπεμψαν, ἀξιοῦντες βοηθεῖν αὐτοῖς κατὰ τὸ διάγραμμα τὸ γραφὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων αὐτονομίας·
雅典人察觉到尼卡诺尔居心不良,便向国王们和波利伯孔派出了使节,要求他们根据为希腊人的自治而颁布的法令来援助他们。
αὐτοὶ δὲ πλεονάκις ἐκκλησίαν συναγαγόντες ἐβουλεύοντο πῶς χρηστέον εἴη περὶ τοῦ πρὸς Νικάνορα πολέμου.
而他们自己也多次召开公民大会,商讨应该如何应对与尼卡诺尔的战争。
§18.64.4τούτων δʼ ἔτι περὶ ταῦτʼ ἀσχολουμένων ὁ Νικάνωρ, πολλοὺς ἐξενολογηκώς, λάθρᾳ νυκτὸς ἐξαγαγὼν τοὺς στρατιώτας κατελάβετο τὰ τείχη τοῦ Πειραιέως καὶ τοῦ λιμένος τὰ κλεῖθρα.
正当他们还忙于这些事务时,招募了许多雇佣兵的尼卡诺尔在夜间暗中率兵出击,占领了比雷埃夫斯的城墙和港口的锁闭设施。
οἱ δὲ Ἀθηναῖοι τὴν μὲν Μουνυχίαν οὐκ ἀπειληφότες, τὸν δὲ Πειραιᾶ προσαποβεβληκότες χαλεπῶς ἔφερον.
雅典人未能收复慕尼基亚,反而又失去了比雷埃夫斯,对此感到十分痛苦。
§18.64.5διόπερ ἑλόμενοι πρέσβεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ φιλίαν ἐχόντων πρὸς Νικάνορα Φωκίωνα τὸν Φώκου καὶ Κόνωνα τὸν Τιμοθέου καὶ Κλέαρχον τὸν Ναυσικλέους ἐξαπέστειλαν, ἐγκαλοῦντες μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἀξιοῦντες δὲ ἀποδοῦναι τὴν αὐτονομίαν αὐτοῖς κατὰ τὸ γεγενημένον διάταγμα.
因此,他们选派了与尼卡诺尔有交情且声名显赫的人士——福科斯之子福基翁、提摩太之子科农和纳乌西克勒斯之子克莱阿尔科斯作为使节,抗议尼卡诺尔的所作所为,并要求他根据已颁布的法令归还他们的自治权。
ὁ δὲ Νικάνωρ ἀποκρίσεις ἔδωκε πρεσβεύειν αὐτοὺς πρὸς Κάσανδρον· ὑπʼ ἐκείνου γὰρ καθεσταμένον φρούραρχον μηδαμῶς ἔχειν ἐξουσίαν ἰδιοπραγεῖν.
但是尼卡诺尔给出的答复是让他们向卡山德派去使节,因为作为被卡山德任命的守备队长,他绝无权力自作主张。

词汇与语法注释

  1. 18.64.1προσδόκιμον εἶναι συντόμως ἥξειν — 形容词 `προσδόκιμος`(被预期的)后接不定式 `ἥξειν`,与 `τὸν δὲ Πολυπέρχοντα` 共同构成带宾格的不定式结构,意为“波利伯孔被预计不久将抵达”。
  2. 18.64.2ἔλαθε νυκτὸς κατʼ ὀλίγους στρατιώτας εἰσαγαγὼν — 动词 `λανθάνω` 的不定过去时形式 `ἔλαθε` 与分词 `εἰσαγαγὼν` 连用,表示副词性含义:“他暗中引入了”。
  3. 18.64.2ἀξιόχρεων τηρεῖν τὴν φυλακὴν καὶ διαγωνίζεσθαι — 雅典式变格形容词 `ἀξιόχρεως`(足够的)的阴性单数宾格形式 `ἀξιόχρεων` 修饰 `δύναμιν`。其后的不定式 `τηρεῖν` 和 `διαγωνίζεσθαι` 起限定作用,表示“足以维持并进行战斗”。
  4. 18.64.3πῶς χρηστέον εἴη — 动形词 `χρηστέος` 的中性单数形式 `χρηστέον` 与间接疑问句中的祈愿式系动词 `εἴη` 结合,构成无人称结构,表示义务或必要性,意为“应当如何应对”。
  5. 18.64.5ὑπʼ ἐκείνου γὰρ καθεσταμένον φρούραρχον — 在由不定式 `ἔχειν` 引导的间接引语结构中,省略的逻辑主语(指尼卡诺尔)为宾格,因此修饰它的完成时被动分词 `καθεσταμένον` 和作补足语的名词 `φρούραρχον` 也均采用单数阳性宾格形式。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.64.1-18.64.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.64.1-18.64.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。