Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.66.1-18.66.6

福基翁被遣返与雅典公民大会的审判

第 67 段,共 301 段 · 希腊语

内容简介

被驱逐的福基翁等人向亚历山大寻求庇护,但波利伯孔出于对雅典民众关系的考量,将他们送回雅典。在雅典公民大会上,福基翁的辩护因重获权力的民主派的强烈敌意而被打断。

§18.66.1οὗτοι μὲν οὖν ἐκβληθέντες ἐκ τῆς πόλεως κατέφυγον πρὸς Ἀλέξανδρον τὸν Πολυπέρχοντος καὶ διὰ τούτου τὴν σωτηρίαν ἑαυτοῖς πορίζειν ἐφιλοτιμοῦντο.
因此,这些人被逐出城后,逃往波利伯孔之子亚历山大处,并极力设法通过他来确保自己的安全。
προσδεχθέντες δὲ ὑπʼ αὐτοῦ φιλοφρόνως γράμματα ἔλαβον πρὸς τὸν πατέρα Πολυπέρχοντα, ὅπως μηδὲν πάθωσιν οἱ περὶ Φωκίωνα, τἀκείνου πεφρονηκότες καὶ νῦν ἐπαγγελλόμενοι πάντα συμπράξειν.
他们受到了他的热情接待,并得到了写给其父波利伯孔的信件,请求不要让福基翁及其一党遭受任何伤害,因为他们过去一直支持其利益,且现在承诺将全力配合。
§18.66.2ἀποστείλαντος δὲ καὶ τοῦ δήμου πρεσβείαν πρὸς τὸν Πολυπέρχοντα τὴν κατηγοροῦσαν μὲν τῶν περὶ Φωκίωνα, παρακαλοῦσαν δὲ τὴν Μουνυχίαν αὐτοῖς δοῦναι μετὰ τῆς αὐτονομίας ὁ Πολυπέρχων ἔσπευδε μὲν φρουρᾷ κατέχειν τὸν Πειραιᾶ διὰ τὸ πολλὰ δύνασθαι χρησιμεύειν τὸν λιμένα πρὸς τὰς ἐν τοῖς πολέμοις χρείας· αἰσχυνόμενος δʼ ἐναντία πράττειν τῷ ὑφʼ ἑαυτοῦ γεγραμμένῳ διαγράμματι καὶ νομίζων ἄπιστος κριθήσεσθαι παρὰ τοῖς Ἕλλησιν, ἐὰν εἰς τὴν ἐπιφανεστάτην παρανομήσῃ πόλιν, μετενόησε τῇ γνώμῃ.
同时,民众也向波利伯孔派出了使团,指控福基翁及其一党,并恳求他将慕尼基亚连同自治权一并授予他们。 波利伯孔一方面急于用守备队占领比雷埃夫斯,因为该港口在战争需要中能起到很大作用;但另一方面,他为做出与自己签署的法令相违背的事而感到羞愧,并且认为,如果他对这座最著名的城市犯下不法行为,他将在希腊人中被视为不讲信用,于是他改变了主意。
§18.66.3διακούσας δὲ τῶν πρέσβεων τοῖς μὲν παρὰ τοῦ δήμου πρεσβεύουσι φιλανθρώπως κεχαρισμένας ἔδωκεν ἀποκρίσεις, τοὺς δὲ περὶ Φωκίωνα συλλαβὼν ἀπέστειλε δεσμίους εἰς τὰς Ἀθήνας, διδοὺς τὴν ἐξουσίαν τῷ δήμῳ εἴτε βούλεται θανατοῦν εἴτʼ ἀπολῦσαι τῶν ἐγκλημάτων.
在听取了使节们的陈述后,他对代表民众的使节们作出了友善而令人满意的答复,而将福基翁及其一党逮捕,并锁送至雅典,将决定权交给民众,无论他们是想处死这些人,还是免除他们的指控。
§18.66.4συναχθείσης οὖν ἐκκλησίας ἐν ταῖς Ἀθήναις καὶ προτεθείσης κρίσεως τοῖς περὶ τὸν Φωκίωνα πολλοὶ τῶν τε φυγάδων γεγονότων ἐπʼ Ἀντιπάτρου καὶ τῶν ἀντιπολιτευομένων κατηγόρησαν αὐτῶν θανάτου.
于是在雅典召集了公民大会,并对福基翁及其一党提起了审判,许多在安提帕特统治时期流亡的人以及他们的政敌都控告他们,要求判处死刑。
§18.66.5ἦν δʼ ὁ σύμπας τῆς κατηγορίας λόγος ὅτι οὗτοι παραίτιοι γεγένηνται μετὰ τὸν Λαμιακὸν πόλεμον τῆς τε δουλείας τῇ πατρίδι καὶ τῆς καταλύσεως τοῦ δήμου καὶ τῶν νόμων.
控告的全部论点是,这些人在拉米亚战争后,是造成祖国遭受奴役、民主制度和法律被废除的共同原因。
ὡς δὲ τοῖς ἀπολογουμένοις ὁ καιρὸς παρεδόθη τῆς ἀπολογίας, ὁ μὲν Φωκίων ἤρξατο ποιεῖσθαι τὸν ὑπὲρ ἑαυτοῦ λόγον, τὸ δὲ πλῆθος τοῖς θορύβοις ἐξέσεισε τὴν ἀπολογίαν, ὥστʼ εἰς πολλὴν ἀπορίαν παραγενέσθαι τοὺς ἀπολογουμένους.
当辩护的机会交给被告时,福基翁开始为自己进行辩护,但群众用喧闹声打断并掩盖了他的辩护,以致被告陷入了极大的困境。
§18.66.6λήξαντος δὲ τοῦ θορύβου πάλιν ὁ μὲν Φωκίων ἀπελογεῖτο, ὁ δὲ ὄχλος κατεβόα καὶ τὴν φωνὴν τοῦ κινδυνεύοντος ἐκώλυεν ἐξακούεσθαι· τὸ γὰρ πλῆθος τῶν δημοτικῶν, ἀπωσμένον τῆς πολιτείας καὶ παρʼ ἐλπίδας τετευχὸς τῆς καθόδου, πικρῶς διέκειτο πρὸς τοὺς ἀφῃρημένους τὴν αὐτονομίαν.
当喧闹声平息后,福基翁再次进行辩护,但群众高声呼喊,阻止了处于危险之中的人的声音被听清;因为这群民主派的民众曾被排除在政权之外,如今出乎意料地得以返回,因而对那些剥夺他们自治权的人怀有强烈的敌意。

词汇与语法注释

  1. 18.66.1τἀκείνου πεφρονηκότες — τἀκείνου 是 τὰ ἐκείνου(他的利益或他的党派)的缩约。分词 πεφρονηκότες(源自 φρονέω,“支持某人一派”或“心向某人”)在此作原因状语,解释了发放信件的原因,即“因为他们一直支持他(指波利伯孔或马其顿王室)的利益”。
  2. 18.66.2ἐναντία πράττειν τῷ ὑφʼ ἑαυτοῦ γεγραμμένῳ διαγράμματι — “做出与自己签署的法令相违背的事”。名词 διαγράμματι 指的是波利伯孔本人此前颁布的官方法令(如第18卷第56章等),该法令曾保证恢复希腊各城市的自由与自治。
  3. 18.66.5ἐξέσεισε τὴν ἀπολογίαν — 动词 ἐκσείω(原意为“抖落”或“震落”)的比喻性用法。在此处表示公民大会上的群众通过剧烈的喧闹(θορύβοις),中途打断并彻底破坏了福基翁的辩护。
  4. 18.66.6τοῦ κινδυνεύοντος — 现在分词 κινδυνεύων(“处于危险中的人”)的实质化用法。在司法语境中,它作为法律术语,指的是在审判中面临定罪或死刑等致命危险的被告(即福基翁)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.66.1-18.66.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.66.1-18.66.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。