§18.65.1κατὰ δὲ τοῦτον τὸν καιρὸν ἧκεν ἐπιστολὴ Νικάνορι παρʼ Ὀλυμπιάδος, ἐν ᾗ προσέταττεν ἀποδοῦναι Ἀθηναίοις τήν τε Μουνυχίαν καὶ τὸν Πειραιᾶ.
この時期に、オリンピアスからニカノールのもとに、ムニキアとペイライエウスをアテナイ人に返還することを命じる書簡が届いた。
ὁ δὲ Νικάνωρ ἀκούων ὅτι μέλλουσιν οἱ βασιλεῖς καὶ Πολυπέρχων κατάγειν εἰς Μακεδονίαν τὴν Ὀλυμπιάδα καὶ τοῦ τε παιδίου τὴν ἐπιμέλειαν ἐκείνῃ παραδιδόναι καὶ τὴν προϋπάρχουσαν ἀποδοχὴν καὶ τιμὴν Ἀλεξάνδρου ζῶντος ἀποκαθιστάναι Ὀλυμπιάδι, φοβηθεὶς ἐπηγγείλατο μὲν παραδώσειν, ἀεὶ δὲ προφάσεις τινὰς ποιούμενος παρῆγε τὴν πρᾶξιν.
しかしニカノールは、王たちとポリュペルコンがオリンピアスをマケドニアに帰国させ、かつ子供の養育を彼女に委ね、アレクサンドロスが大王として生存していた時の待遇と名誉をオリンピアスに回復しようとしていることを聞き、恐れて[返還を]約束したものの、常に何かしらの口実を作っては引き延ばした。
§18.65.2οἱ δὲ Ἀθηναῖοι πεπολυωρηκότες ἐν τοῖς ἔμπροσθεν χρόνοις τὴν Ὀλυμπιάδα καὶ νομίσαντες τὰς μὲν ταύτῃ δεδογμένας τιμὰς ὄντως γεγονέναι, τὴν δὲ ἀπόληψιν τῆς αὐτονομίας διὰ ταύτης ἐλπίζοντες ἀκινδύνως ἔσεσθαι περιχαρεῖς ἦσαν.
アテナイ人は、かつてオリンピアスを大いに敬っており、彼女に決議された名誉が真に実現したと考え、また彼女を通じて危険を伴わずに自律を回復できると期待して、大いに喜んだ。
§18.65.3ἀτελέστων δʼ ἔτι τῶν ἐπαγγελιῶν οὐσῶν ᾗκεν Ἀλέξανδρος ὁ Πολυπέρχοντος υἱὸς μετὰ δυνάμεως εἰς τὴν Ἀττικήν.
これらの約束がまだ果たされないうちに、ポリュペルコンの息子アレクサンドロスが軍勢を率いてアッティカに到着した。
οἱ μὲν οὖν Ἀθηναῖοι διέλαβον αὐτὸν ἥκειν ἀποκαταστήσοντα τῷ δήμῳ τήν τε Μουνυχίαν καὶ τὸν Πειραιᾶ, τὸ δʼ ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ τοὐναντίον αὐτὸς ἰδίᾳ παραληψόμενος ἀμφότερα πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας.
アテナイ人は、彼が民衆にムニキアとペイライエウスを返還するためにやって来たと解釈したが、真相はそうではなく、それどころか、戦争における必要性のために、彼自身が個人的に両方を手中に収めようとしていた。
§18.65.4τῶν γὰρ Ἀντιπάτρῳ γεγονότων φίλων τινές, ὧν ὑπῆρχον καὶ οἱ περὶ Φωκίωνα, φοβούμενοι τὰς ἐκ τῶν νόμων τιμωρίας ὑπήντησαν τῷ Ἀλεξάνδρῳ καὶ διδάξαντες τὸ συμφέρον ἔπεισαν αὐτὸν ἰδίᾳ κατέχειν τὰ φρούρια καὶ μὴ παραδιδόναι τοῖς Ἀθηναίοις, μέχρι ἂν ὁ Κάσανδρος καταπολεμηθῇ.
というのも、アンティパトロスの友人であった者たちの一部(その中にはフォキオンとその一派も含まれていた)が、法律による処罰を恐れて、アレクサンドロスを出迎え、利害を説明して、カッサンドロスが打ち倒されるまでは、これら砦を個人的に保持し、アテナイ人に引き渡さないよう彼を説得したからである。
§18.65.5ὁ δὲ Ἀλέξανδρος πλησίον τοῦ Πειραιῶς καταστρατοπεδεύσας τοὺς μὲν Ἀθηναίους οὐ παρελάμβανε πρὸς τὰς ἐντεύξεις τὰς πρὸς τὸν Νικάνορα, ἰδίᾳ δὲ συνιὼν εἰς λόγους καὶ ἐν ἀπορρήτοις διαπραττόμενος φανερὸς ἦν ἀδικεῖν μέλλων τοὺς Ἀθηναίους.
アレクサンドロスは、ペイライエウスの近くに陣を張ると、ニカノールとの交渉にはアテナイ人を関与させず、私的に会合を持って秘密裏に交渉を行っており、アテナイ人を欺こうとしていることが明らかであった。
§18.65.6ὁ δὲ δῆμος εἰς ἐκκλησίαν συνελθὼν τὰς μὲν ὑπαρχούσας ἀρχὰς κατέλυσεν, ἐκ δὲ τῶν δημοτικωτάτων τὰ ἀρχεῖα καταστήσας τοὺς ἐπὶ τῆς ὀλιγαρχίας γεγονότας ἄρχοντας κατεδίκασε τοὺς μὲν θανάτῳ, τοὺς δὲ φυγῇ καὶ δημεύσει τῆς οὐσίας·
民衆は民会に集まると、現行の官職を廃止し、最も民主的な者たちから官職を組織した上で、寡頭制のもとで官職に就いていた者たちを、ある者は死刑に、ある者は追放および財産没収に処した。
ἐν οἷς ἦν καὶ Φωκίων ὁ ἐπʼ Ἀντιπάτρου τὴν τῶν ὅλων ἀρχὴν ἐσχηκώς.
その中には、アンティパトロスのもとで国政全般の最高権力を掌握していたフォキオンも含まれていた。