§18.64.1ἅμα δὲ τούτοις πραττομένοις Νικάνωρ ὁ τὴν Μουνυχίαν κατέχων ἀκούων τὸν μὲν Κάσανδρον ἐκ Μακεδονίας κεχωρίσθαι πρὸς Ἀντίγονον, τὸν δὲ Πολυπέρχοντα προσδόκιμον εἶναι συντόμως ἥξειν εἰς τὴν Ἀττικὴν μετὰ τῆς δυνάμεως ἠξίου τοὺς Ἀθηναίους διαφυλάττειν τὴν πρὸς τὸν Κάσανδρον εὔνοιαν.
これらのことが行われているのと同時に、ムニキア[砦]を占領しているニカノールは、カッサンドロスがマケドニアからアンティゴノスのもとへ去ったこと、そしてポリュペルコンが軍勢を率いて間もなくアッティカに到着すると予想されていることを聞き、アテナイ人に対し、カッサンドロスへの好意を維持するよう求めた。
§18.64.2οὐθενὸς δὲ αὐτῷ προσέχοντος, ἀλλὰ καὶ τὴν φρουρὰν πάντων οἰομένων δεῖν ἐξάγειν τὴν ταχίστην τὸ μὲν πρῶτον παρακρουσάμενος τὸν δῆμον ἔπεισεν ὀλίγας ἡμέρας ἐπισχεῖν·
しかし、誰も彼に耳を傾けず、それどころか全員が、守備隊をできるだけ速やかに退去させるべきだと考えていたので、彼は最初、民衆を欺いて、数日間待つよう説得した。
πράξειν γὰρ αὐτὸν τὰ συμφέροντα τῇ πόλει·
というのも、彼は都市にとって有益なことを行うつもりだ[と主張した]からである。
μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων ἐπί τινας ἡμέρας ἡσυχίαν ἐχόντων ἔλαθε νυκτὸς κατʼ ὀλίγους στρατιώτας εἰσαγαγὼν εἰς τὴν Μουνυχίαν, ὥστε γενέσθαι δύναμιν ἀξιόχρεων τηρεῖν τὴν φυλακὴν καὶ διαγωνίζεσθαι πρὸς τοὺς ἐπιβαλλομένους πολιορκεῖν τὴν φρουράν.
この後、アテナイ人が数日間静穏を保っている間に、彼は夜間に兵士を少しずつムニキアへと密かに引き入れた。 その結果、守備を維持し、守備隊を包囲しようと企てる者たちと戦うのに十分な兵力ができた。
§18.64.3οἱ δὲ Ἀθηναῖοι γνόντες τὸν Νικάνορα μηδὲν ὑγιὲς πράττοντα πρὸς μὲν τοὺς βασιλέας καὶ Πολυπέρχοντα πρεσβείαν ἐξέπεμψαν, ἀξιοῦντες βοηθεῖν αὐτοῖς κατὰ τὸ διάγραμμα τὸ γραφὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων αὐτονομίας·
アテナイ人は、ニカノールが不誠実な企てをしていることを知ると、王たちとポリュペルコンのもとへ使節を派遣し、ギリシア人の自律のために発布された布告に従って自分たちを援助するよう求めた。
αὐτοὶ δὲ πλεονάκις ἐκκλησίαν συναγαγόντες ἐβουλεύοντο πῶς χρηστέον εἴη περὶ τοῦ πρὸς Νικάνορα πολέμου.
また、彼ら自身も、何度も民会を召集して、ニカノールに対する戦争についてどのように対処すべきかを審議した。
§18.64.4τούτων δʼ ἔτι περὶ ταῦτʼ ἀσχολουμένων ὁ Νικάνωρ, πολλοὺς ἐξενολογηκώς, λάθρᾳ νυκτὸς ἐξαγαγὼν τοὺς στρατιώτας κατελάβετο τὰ τείχη τοῦ Πειραιέως καὶ τοῦ λιμένος τὰ κλεῖθρα.
彼らがまだこれらのことに没頭している間に、ニカノールは、多くの傭兵を募った後、夜間に密かに兵士たちを導き出して、ペイライエウスの城壁と港の封鎖鎖を占拠した。
οἱ δὲ Ἀθηναῖοι τὴν μὲν Μουνυχίαν οὐκ ἀπειληφότες, τὸν δὲ Πειραιᾶ προσαποβεβληκότες χαλεπῶς ἔφερον.
アテナイ人は、ムニキアを奪還できていない上に、ペイライエウスまで追加で失ってしまったため、ひどく悲嘆に暮れた。
§18.64.5διόπερ ἑλόμενοι πρέσβεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ φιλίαν ἐχόντων πρὸς Νικάνορα Φωκίωνα τὸν Φώκου καὶ Κόνωνα τὸν Τιμοθέου καὶ Κλέαρχον τὸν Ναυσικλέους ἐξαπέστειλαν, ἐγκαλοῦντες μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἀξιοῦντες δὲ ἀποδοῦναι τὴν αὐτονομίαν αὐτοῖς κατὰ τὸ γεγενημένον διάταγμα.
それゆえ彼らは、ニカノールと親交のあった著名な人物の中から、フォコスの息子フォキオン、ティモテオスの息子コノン、ナウシクレエスの息子クレアルコスを使節に選んで派遣し、行われたことに対して抗議するとともに、発布された布告に従って自分たちに自律を返すよう求めた。
ὁ δὲ Νικάνωρ ἀποκρίσεις ἔδωκε πρεσβεύειν αὐτοὺς πρὸς Κάσανδρον·
しかしニカノールは、カッサンドロスに使節を送るべきだという回答を与えた。
ὑπʼ ἐκείνου γὰρ καθεσταμένον φρούραρχον μηδαμῶς ἔχειν ἐξουσίαν ἰδιοπραγεῖν.
なぜなら、彼によって守備隊長に任命された身としては、自らの裁量で行動する権限をまったく持っていないから、というのであった。