Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.62.1-18.62.7

安提柯的离间计与银盾兵的抉择

第 63 段,共 301 段 · 希腊语

内容简介

托勒密与安提柯企图对迅速崛起的尤曼尼斯施加阴谋与阻挠。安提柯收买了银盾兵将领特乌塔摩斯,但另一位将领安提贞尼斯说服他保留尤曼尼斯对他们更为有利,导致阴谋破产。

§18.62.1παραδόξου δὲ καὶ ταχείας τῆς περὶ τὸν Εὐμενῆ γενομένης αὐξήσεως Πτολεμαῖος μὲν μετὰ στόλου πλεύσας εἰς Ζεφύριον τῆς Κιλικίας διεπέμπετο πρὸς τοὺς τῶν ἀργυρασπίδων ἡγεμόνας, παρακαλῶν μὴ προσέχειν τῷ Εὐμενεῖ, καθʼ οὗ πάντες Μακεδόνες θάνατον κατέγνωσαν.
由于围绕尤曼尼斯的力量增长出乎意料且十分迅速,托勒密率领舰队航行至基利家的泽菲里翁,向银盾兵的将领们派遣使者,劝告他们不要顺从尤曼尼斯,因为全体马其顿人已经判处了此人死刑。
§18.62.2ὁμοίως δὲ πρὸς τοὺς ἐπὶ τῶν ἐν Κυΐνδοις φρουρίων τεταγμένους ἐξέπεμψε, διαμαρτυρόμενος μὴ διδόναι μηδὲν τῶν χρημάτων Εὐμενεῖ καὶ τὴν ἀσφάλειαν αὐτοῖς ἐπηγγείλατο παρέξεσθαι.
同样地,他也向驻守在奎恩达各城堡的人派遣了使者,严正声明绝不能将任何资金分给尤曼尼斯,并承诺会向他们提供安全保障。
ἀλλὰ τούτῳ μὲν οὐδεὶς προσεῖχε διὰ τὸ τοὺς βασιλεῖς καὶ τὸν ἐπιμελητὴν αὐτῶν Πολυπέρχοντα, ἔτι δὲ Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα γεγραφέναι πάντα ὑπηρετεῖν Εὐμενεῖ, ὡς ὄντι τῆς βασιλείας αὐτοκράτορι στρατηγῷ.
但没有任何人理会他,因为国王们、他们的监护人波利伯孔,以及亚历山大的母亲奥林匹亚丝都曾写信指示,在一切事务上都要服从尤曼尼斯,因为他是王国的全权统帅。
§18.62.3μάλιστα δʼ Ἀντιγόνῳ δυσηρέστει τότε τὰ περὶ τὴν Εὐμενοῦς προαγωγὴν καὶ τὸ μέγεθος τῆς περὶ αὐτὸν συνισταμένης ἐξουσίας· ὑπελάμβανε γὰρ ὑπὸ τοῦ Πολυπέρχοντος τοῦτον ἑαυτῷ κατασκευάζεσθαι μέγιστον ἀντίπαλον ἀποστάτῃ γεγονότι τῆς βασιλείας.
尤其是安提柯,当时对尤曼尼斯的提拔以及围绕他集结起来的庞大权力深感不满;因为他认为,波利伯孔正在扶植此人作为自己的最大对手,而他自己已经成了王国的叛国者。
§18.62.4διόπερ κρίνας ἐπιβουλὴν συστήσασθαι κατʼ αὐτοῦ προεχειρίσατο τῶν φίλων Φιλώταν καὶ τούτῳ μὲν ἔδωκεν ἐπιστολὴν γεγραμμένην πρός τε τοὺς ἀργυράσπιδας καὶ τοὺς ἄλλους τοὺς μετʼ Εὐμενοῦς Μακεδόνας, συνεξέπεμψε δὲ αὐτῷ καὶ ἄλλους τριάκοντα Μακεδόνας τῶν περιέργων καὶ λάλων, οἷς ἦν προστεταγμένον κατʼ ἰδίαν ἐντυχεῖν τοῖς ἡγεμόσι τῶν ἀργυρασπίδων Ἀντιγένει καὶ Τευτάμῳ καὶ διὰ τούτων συστήσασθαί τινα κατʼ Εὐμενοῦς ἐπιβουλήν, δωρεάς τε μεγάλας ἐπαγγελλομένους καὶ σατραπείας μείζονας, ὁμοίως δὲ καὶ τῶν ἀργυρασπίδων τοῖς γνωριζομένοις καὶ πολίταις ἐντυγχάνειν καὶ διαφθείρειν δωρεαῖς πρὸς τὴν κατʼ Εὐμενοῦς ἐπιβουλήν.
因此,他决定策划一场针对他的阴谋,并从朋友中挑选了菲罗塔斯,交给他一封写给银盾兵以及随同尤曼尼斯的其余马其顿人的信;同时,他还派了另外三十名多事且能言善辩的马其顿人与他同行,这些人被授意私下接触银盾兵的将领安提贞尼斯和特乌塔摩斯,并通过他们策划针对尤曼尼斯的阴谋,承诺给予丰厚的赏赐和更大的行省总督职位,同样也要去接触银盾兵中知名的人和同胞,用财物收买他们以参与针对尤曼尼斯的阴谋。
§18.62.5τῶν μὲν οὖν ἄλλων οὐδένα πεῖσαι κατίσχυσαν, Τεύταμος δὲ ὁ τῶν ἀργυρασπίδων ἡγεμὼν διαφθαρεὶς ἐπεβάλετο καὶ τὸν συνάρχοντα Ἀντιγένην πεῖσαι κοινωνῆσαι τῆς πράξεως.
结果,他们没能说服其余的任何人,但银盾兵的将领特乌塔摩斯却被收买了,并企图劝说共同担任指挥官的安提贞尼斯一同参与这一行动。
§18.62.6ὁ δʼ Ἀντιγένης, συνέσει καὶ πίστεως βεβαιότητι διαφέρων, οὐ μόνον ἀντεῖπεν, ἀλλὰ καὶ μετέπεισε τὸν προδιεφθαρμένον.
但安提贞尼斯在聪明才智和忠诚的坚定上出类拔萃,不仅拒绝了,还反过来劝说那个已经被收买的人改变了主意。
ἐδίδαξε γὰρ αὐτὸν συμφέρειν ζῆν τὸν Εὐμενῆ μᾶλλον ἢ τὸν Ἀντίγονον· §18.62.7ἐκεῖνον μὲν γὰρ εἰς πλεῖον ἰσχύσαντα παρελεῖσθαι τὰς σατραπείας αὐτῶν καὶ ἀντικαταστήσειν ἐκ τῶν αὐτοῦ φίλων, Εὐμενῆ δὲ ξένον ὄντα μηδέποτʼ ἰδιοπραγῆσαι τολμήσειν, ἀλλὰ στρατηγὸν ὄντα φίλοις αὐτοῖς χρήσεσθαι καὶ συμπράξασι φυλάξειν αὐτοῖς τὰς σατραπείας, τάχα δὲ καὶ ἄλλας προσδώσειν.
因为他向他说明,让尤曼尼斯活着比让安提柯活着对他们更有利;因为,若那人变得更加强大,就会剥夺他们的省份,并换上自己的朋友;而尤曼尼斯由于是外邦人,绝不敢自作主张,反而会在担任统帅时将他们视为朋友,并为与他同心协力的人保留他们的省份,甚至可能还会赐予其他省份。
οἱ μὲν οὖν τὰς κατʼ Εὐμενοῦς ἐπιβουλὰς κατασκευάζοντες ἀπέτυχον τὸν προειρημένον
因此,那些策划针对尤曼尼斯阴谋的人便以所述的[方式]失败了。

词汇与语法注释

  1. 18.62.1παραδόξου δὲ καὶ ταχείας τῆς περὶ τὸν Εὐμενῆ γενομένης αὐξήσεως — 属格独立结构,置于句首,表示托勒密采取行动的背景或原因。
  2. 18.62.3ἀποστάτῃ γεγονότι — 与格分词,修饰前文的 ἑαυτῷ(指安提柯自身),表明他自己已成为王国叛逆者的状态。
  3. 18.62.4οἷς ἦν προστεταγμένον — 无人称被动结构,οἷς(关系代词与格)表示动作发出者,后续的不定式短语 ἐντυχεῖν 和 συστήσασθαι 等作为逻辑主语,即被命令的具体内容。
  4. 18.62.7Εὐμενῆ δὲ ξένον ὄντα μηδέποτʼ ἰδιοπραγῆσαι τολμήσειν — 延续自前一节 ἐδίδαξε(说服)的间接引语。这是一个“对格+不定式”结构,其中 Εὐμενῆ 为主格对格,τολμήσειν 为将来时不定式。分词短语 ξένον ὄντα(因为是外邦人)解释了原因。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.62.1-18.62.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.62.1-18.62.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。