Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §18.62.1-18.62.7

アンティゴノスらの離間策と銀楯隊の説得

63 / 301 箇所 · ギリシア語

要旨

プトレマイオスとアンティゴノスは、急激に勢力を拡大するエウメネスに対して陰謀や妨害を企てる。アンティゴノスは銀楯隊の将軍テウタモスを買収するが、もう一人の将軍アンティゲネスがエウメネスの存続の方が自軍の利益になると説得し、陰謀は失敗に終わる。

§18.62.1παραδόξου δὲ καὶ ταχείας τῆς περὶ τὸν Εὐμενῆ γενομένης αὐξήσεως Πτολεμαῖος μὲν μετὰ στόλου πλεύσας εἰς Ζεφύριον τῆς Κιλικίας διεπέμπετο πρὸς τοὺς τῶν ἀργυρασπίδων ἡγεμόνας, παρακαλῶν μὴ προσέχειν τῷ Εὐμενεῖ, καθʼ οὗ πάντες Μακεδόνες θάνατον κατέγνωσαν.
エウメネスを巡る力の増大が思いがけず、かつ急速に生じたので、プトレマイオスは艦隊を率いてキリキアのゼピュリオンへと航海し、銀楯隊の将軍たちのもとへ使者を送って、エウメネスに心を向けないよう求めた。 彼に対しては、すべてのマケドニア人が死刑を宣告していたからである。
§18.62.2ὁμοίως δὲ πρὸς τοὺς ἐπὶ τῶν ἐν Κυΐνδοις φρουρίων τεταγμένους ἐξέπεμψε, διαμαρτυρόμενος μὴ διδόναι μηδὲν τῶν χρημάτων Εὐμενεῖ καὶ τὴν ἀσφάλειαν αὐτοῖς ἐπηγγείλατο παρέξεσθαι.
同様に彼は、クインダの砦の守備隊に任命されていた者たちのもとへも使者を送り、エウメネスに資金を一切与えないよう強く求め、彼らに安全を保障することを約束した。
ἀλλὰ τούτῳ μὲν οὐδεὶς προσεῖχε διὰ τὸ τοὺς βασιλεῖς καὶ τὸν ἐπιμελητὴν αὐτῶν Πολυπέρχοντα, ἔτι δὲ Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα γεγραφέναι πάντα ὑπηρετεῖν Εὐμενεῖ, ὡς ὄντι τῆς βασιλείας αὐτοκράτορι στρατηγῷ.
しかし、これに耳を傾ける者は誰もいなかった。 王たちと彼らの後見人であるポリュペルコン、さらにはアレクサンドロスの母オリュンピアスが、エウメネスは王国の全権将軍であるとして、すべてのことにおいて彼に仕えるよう書簡を送っていたからである。
§18.62.3μάλιστα δʼ Ἀντιγόνῳ δυσηρέστει τότε τὰ περὶ τὴν Εὐμενοῦς προαγωγὴν καὶ τὸ μέγεθος τῆς περὶ αὐτὸν συνισταμένης ἐξουσίας·
とりわけアンティゴノスは、その時、エウメネスの昇進と彼に結集しつつある権力の巨大さに不満を抱いていた。
ὑπελάμβανε γὰρ ὑπὸ τοῦ Πολυπέρχοντος τοῦτον ἑαυτῷ κατασκευάζεσθαι μέγιστον ἀντίπαλον ἀποστάτῃ γεγονότι τῆς βασιλείας.
というのも、彼は、王国の反逆者となった自分自身に対して、ポリュペルコンによってこの男が最大の敵対者として仕立て上げられつつあると考えていたからである。
§18.62.4διόπερ κρίνας ἐπιβουλὴν συστήσασθαι κατʼ αὐτοῦ προεχειρίσατο τῶν φίλων Φιλώταν καὶ τούτῳ μὲν ἔδωκεν ἐπιστολὴν γεγραμμένην πρός τε τοὺς ἀργυράσπιδας καὶ τοὺς ἄλλους τοὺς μετʼ Εὐμενοῦς Μακεδόνας, συνεξέπεμψε δὲ αὐτῷ καὶ ἄλλους τριάκοντα Μακεδόνας τῶν περιέργων καὶ λάλων, οἷς ἦν προστεταγμένον κατʼ ἰδίαν ἐντυχεῖν τοῖς ἡγεμόσι τῶν ἀργυρασπίδων Ἀντιγένει καὶ Τευτάμῳ καὶ διὰ τούτων συστήσασθαί τινα κατʼ Εὐμενοῦς ἐπιβουλήν, δωρεάς τε μεγάλας ἐπαγγελλομένους καὶ σατραπείας μείζονας, ὁμοίως δὲ καὶ τῶν ἀργυρασπίδων τοῖς γνωριζομένοις καὶ πολίταις ἐντυγχάνειν καὶ διαφθείρειν δωρεαῖς πρὸς τὴν κατʼ Εὐμενοῦς ἐπιβουλήν.
それゆえ、彼に対する陰謀を組織することを決意し、友人たちの中からフィロタスを選び出し、彼に、銀楯隊およびエウメネスに同行している他のマケドニア人たちに宛てて書かれた書簡を持たせた。 また、お節介で口が達者な他のマケドニア人30人を彼に随行させた。 彼らには、銀楯隊の指揮官であるアンティゲネスとテウタモスに個別に接触し、巨額の贈り物と、より大きなサトラペイアを約束しながら、彼らを通じてエウメネスに対する陰謀を組織すること、同様に、銀楯隊のうちで名の通った者たちや同郷の者たちにも接触し、エウメネスに対する陰謀のために、贈り物で彼らを買収することが命じられていた。
§18.62.5τῶν μὲν οὖν ἄλλων οὐδένα πεῖσαι κατίσχυσαν, Τεύταμος δὲ ὁ τῶν ἀργυρασπίδων ἡγεμὼν διαφθαρεὶς ἐπεβάλετο καὶ τὸν συνάρχοντα Ἀντιγένην πεῖσαι κοινωνῆσαι τῆς πράξεως.
こうして、彼らは他の者たちを一人も説得することはできなかったが、銀楯隊の指揮官テウタモスは買収され、共同の指揮官であるアンティゲネスをもこの企てに加わるよう説得しようと試みた。
§18.62.6ὁ δʼ Ἀντιγένης, συνέσει καὶ πίστεως βεβαιότητι διαφέρων, οὐ μόνον ἀντεῖπεν, ἀλλὰ καὶ μετέπεισε τὸν προδιεφθαρμένον.
しかしアンティゲネスは、思慮深さと忠誠の堅固さにおいて優れており、反対しただけでなく、すでに買収されていた相手をも説得して考えを変えさせた。
ἐδίδαξε γὰρ αὐτὸν συμφέρειν ζῆν τὸν Εὐμενῆ μᾶλλον ἢ τὸν Ἀντίγονον·
というのも、彼は、アンティゴノスよりもエウメネスが生き長らえる方が、自分たちにとって益になると彼に説いたからである。
§18.62.7ἐκεῖνον μὲν γὰρ εἰς πλεῖον ἰσχύσαντα παρελεῖσθαι τὰς σατραπείας αὐτῶν καὶ ἀντικαταστήσειν ἐκ τῶν αὐτοῦ φίλων, Εὐμενῆ δὲ ξένον ὄντα μηδέποτʼ ἰδιοπραγῆσαι τολμήσειν, ἀλλὰ στρατηγὸν ὄντα φίλοις αὐτοῖς χρήσεσθαι καὶ συμπράξασι φυλάξειν αὐτοῖς τὰς σατραπείας, τάχα δὲ καὶ ἄλλας προσδώσειν.
前者がより強力になれば、彼らのサトラペイアを剥奪し、自分の友人たちに交代させるだろうが、エウメネスは外国人であるため、決して独断で行動しようとはせず、将軍として彼らを友人として扱い、協力した彼らのためにサトラペイアを維持し、おそらくはさらに他のサトラペイアをも与えてくれるだろう、と。
οἱ μὲν οὖν τὰς κατʼ Εὐμενοῦς ἐπιβουλὰς κατασκευάζοντες ἀπέτυχον τὸν προειρημένον
このようにして、エウメネスに対する陰謀を企てていた者たちは、前述の[仕方で]失敗に終わった。

語釈・文法注

  1. 18.62.1παραδόξου δὲ καὶ ταχείας τῆς περὶ τὸν Εὐμενῆ γενομένης αὐξήσεως — 属格独立格。文頭に置かれ、エウメネスの勢力拡大が不意かつ迅速に生じたという背景・理由を示す。
  2. 18.62.3ἀποστάτῃ γεγονότι — 与格の分詞で、直前の ἑαυτῷ(アンティゴノス自身)を修飾する。自分が王国の叛逆者という立場になっていたことを示す。
  3. 18.62.4οἷς ἦν προστεταγμένον — 非人称の受動態構文。οἷς(関係代名詞・与格)は行為者を示し、後続の不定詞 ἐντυχεῖν や συστήσασθαι 以下の句が意味上の主語(命じられた内容)となる。
  4. 18.62.7Εὐμενῆ δὲ ξένον ὄντα μηδέποτʼ ἰδιοπραγῆσαι τολμήσειν — 前節の ἐδίδαξε(説いた)から続く間接話法の一部。対格 Εὐμενῆ を意味上の主語、未来不定詞 τολμήσειν を述語とする対格不定詞構文。ξένον ὄντα(外国人であるため)がその理由を説明している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §18.62.1-18.62.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.62.1-18.62.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。