§18.56.1“ἐπειδὴ συμβέβηκε τοῖς προγόνοις ἡμῶν πολλὰ τοὺς Ἕλληνας εὐεργετηκέναι, βουλόμεθα διαφυλάττειν τὴν ἐκείνων προαίρεσιν καὶ πᾶσι φανερὰν ποιῆσαι τὴν ἡμετέραν εὔνοιαν ἣν ἔχοντες διατελοῦμεν πρὸς τοὺς Ἕλληνας.
“由于我们的祖先曾对希腊人多施恩惠,我们希望继承他们的志向,并向所有人表明我们始终对希腊人抱持的善意。
§18.56.2πρότερον μὲν οὖν Ἀλεξάνδρου μεταλλάξαντος ἐξ ἀνθρώπων καὶ τῆς βασιλείας εἰς ἡμᾶς καθηκούσης, ἡγούμενοι δεῖν ἐπαναγαγεῖν πάντας ἐπὶ τὴν εἰρήνην καὶ τὰς πολιτείας ἃς Φίλιππος ὁ ἡμέτερος πατὴρ κατέστησεν, ἐπεστείλαμεν εἰς ἁπάσας τὰς πόλεις περὶ τούτων.
以前,当亚历山大离开人世、王位传于我们时,我们认为必须让所有人重归我们父亲腓力所建立的和平与政体,因此我们就这些事情致信所有城市。
§18.56.3ἐπεὶ δὲ συνέβη, μακρὰν ἀπόντων ἡμῶν, τῶν Ἑλλήνων τινὰς μὴ ὀρθῶς γινώσκοντας πόλεμον ἐξενεγκεῖν πρὸς Μακεδόνας καὶ κρατηθῆναι ὑπὸ τῶν ἡμετέρων στρατηγῶν καὶ πολλὰ καὶ δυσχερῆ ταῖς πόλεσι συμβῆναι, τούτων μὲν τοὺς στρατηγοὺς αἰτίους ὑπολάβετε γεγενῆσθαι, ἡμεῖς δὲ τιμῶντες τὴν ἐξ ἀρχῆς προαίρεσιν κατασκευάζομεν ὑμῖν εἰρήνην, πολιτείας δὲ τὰς ἐπὶ Φιλίππου καὶ Ἀλεξάνδρου καὶ τἄλλα πράττειν κατὰ τὰ διαγράμματα τὰ πρότερον ὑπʼ ἐκείνων γραφέντα.
但是,在我们远在他乡时,部分希腊人因判断失误,向马其顿人发动战争,并被我们的将军击败,致使各城市遭遇了许多艰难困苦,对此你们应当认为是那些将军负有责任。 而我们,尊重最初的志向,为你们确立和平,[允许恢复]腓力和亚历山大时代的政体,且其他事务均依照他们以前所写的布告来执行。
§18.56.4καὶ τοὺς μεταστάντας ἢ φυγόντας ὑπὸ τῶν ἡμετέρων στρατηγῶν ἐκ τῶν πόλεων ἀφʼ ὧν χρόνων Ἀλέξανδρος εἰς τὴν Ἀσίαν διέβη κατάγομεν· καὶ τοὺς ὑφʼ ἡμῶν κατελθόντας πάντα τὰ αὑτῶν ἔχοντας καὶ ἀστασιάστους καὶ ἀμνησικακουμένους ἐν ταῖς ἑαυτῶν πατρίσι πολιτεύεσθαι·
自亚历山大渡海前往亚洲时起,被我们的将军驱逐或流放出城市的人,我们予以召回;通过我们重返家园的人,应当拥有他们自己的一切财产,在免于派系斗争且既往不咎的状态下,在各自的祖国过公民生活。
καὶ εἴ τι κατὰ τούτων ἐψήφιστο, ἄκυρον ἔστω, πλὴν εἴ τινες ἐφʼ αἵματι ἢ ἀσεβείᾳ κατὰ νόμον πεφεύγασι.
若有任何针对这些人通过的决议,一律无效,除非有人是因谋杀或不敬神明而依法流亡。
§18.56.5μὴ κατιέναι δὲ μηδὲ Μεγαλοπολιτῶν τοὺς μετὰ Πολυαινέτου ἐπὶ προδοσίᾳ φεύγοντας μηδʼ Ἀμφισσεῖς μηδὲ Τρικκαίους μηδὲ Φαρκαδωνίους μηδὲ Ἡρακλεώτας·
美加洛波利斯人中因叛国罪与波吕艾涅托斯一起流亡的人不得返回,安菲萨人、特里卡人、法尔卡东人以及赫拉克利亚人亦不得返回。
τοὺς δʼ ἄλλους καταδεχέσθωσαν πρὸ τῆς τριακάδος τοῦ ξανθικοῦ μηνός.
对其余的人,各城市应在克散提科斯月三十日之前予以接纳。
§18.56.6εἰ δέ τινα τῶν πολιτευμάτων Φίλιππος ἢ Ἀλέξανδρος ἀπέδειξαν ἑαυτοῖς ὑπεναντία, παραγινέσθωσαν πρὸς ἡμᾶς, ἵνα διορθωσάμενοι τὰ συμφέροντα καὶ ἡμῖν καὶ ταῖς πόλεσι πράττωσιν.
如果腓力或亚历山大曾宣布某些政体对他们自身不利,让他们到我们这里来,以便在修正后,使他们能做对我们和各城市都有利的事。
Ἀθηναίοις δʼ εἶναι τὰ μὲν ἄλλα καθάπερ ἐπὶ Φιλίππου καὶ Ἀλεξάνδρου, Ὠρωπὸν δὲ Ὠρωπίους ἔχειν καθάπερ νῦν.
对雅典人而言,其他事务均如腓力和亚历山大时代那样,而奥罗波斯则由奥罗波斯人如现在这般拥有。
§18.56.7Σάμον δὲ δίδομεν Ἀθηναίοις, ἐπειδὴ καὶ Φίλιππος ἔδωκεν ὁ πατήρ.
我们将萨摩斯赠予雅典人,因为我们的父亲腓力也曾赠予它。
ποιήσασθαι δὲ δόγμα πάντας τοὺς Ἕλληνας μηδένα μήτε στρατεύειν μήτε πράττειν ὑπεναντία ἡμῖν· εἰ δὲ μή, φεύγειν αὐτὸν καὶ γενεὰν καὶ τῶν ὄντων στέρεσθαι.
所有的希腊人都应当通过一项法令,规定任何人不得对我们进行军事行动或做出敌对行为;否则,其本人及子孙将遭到流放,并没收财产。
προστετάχαμεν δὲ καὶ περὶ τούτων καὶ τῶν λοιπῶν Πολυπέρχοντι πραγματεύεσθαι.
关于这些及其他余留的事务,我们已指示波里伯孔予以处理。
§18.56.8ὑμεῖς οὖν, καθάπερ ὑμῖν καὶ πρότερον ἐγράψαμεν, ἀκούετε τούτου· τοῖς γὰρ μὴ ποιοῦσί τι τῶν γεγραμμένων οὐκ ἐπιτρέψομεν.
因此,正如我们以前致信你们的那样,你们要听从他;因为对那些不履行所写条款的人,我们是绝不容许的。
”
”