Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.57.1-18.57.4

波里伯孔清除反动派系并拉拢奥林匹亚丝与尤曼尼斯

第 58 段,共 301 段 · 希腊语

内容简介

在向希腊各城市传达法令的同时,波里伯孔发出了一系列政治和军事指令,包括清除阿耳戈斯等地的亲安提帕特派系、召回奥林匹亚丝重返马其顿,以及请求尤曼尼斯支持王室。

§18.57.1τούτου δὲ τοῦ διαγράμματος ἐκδοθέντος καὶ πρὸς ἁπάσας τὰς πόλεις ἀποσταλέντος ἔγραψεν ὁ Πολυπέρχων πρός τε τὴν Ἀργείων πόλιν καὶ τὰς λοιπάς, προστάττων τοὺς ἀφηγησαμένους ἐπʼ Ἀντιπάτρου τῶν πολιτευμάτων φυγαδεῦσαι, τινῶν δὲ καὶ θάνατον καταγνῶναι καὶ δημεῦσαι τὰς οὐσίας, ὅπως ταπεινωθέντες εἰς τέλος μηδὲν ἰσχύσωσι συνεργεῖν Κασάνδρῳ.
在这项法令颁布并送往所有城市之后,波里伯孔致信阿耳戈斯人的城市及其他城市,命令他们驱逐在安提帕特统治下领导政体的人,并对其中一些人处以死刑,没收其财产,以便使他们彻底屈服,无力协助卡散德。
§18.57.2ἔγραψε δὲ καὶ πρὸς Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα, διατρίβουσαν ἐν Ἠπείρῳ διὰ τὴν πρὸς Κάσανδρον ἔχθραν, ἵνα τὴν ταχίστην εἰς Μακεδονίαν καταντήσῃ καὶ παραλαβοῦσα τὸ Ἀλεξάνδρου παιδίον ἐπιμέλειαν αὐτοῦ ποιῆται, μέχρι ἂν εἰς ἡλικίαν ἔλθῃ καὶ τὴν πατρῴαν βασιλείαν παραλάβῃ.
他还致信亚历山大的母亲奥林匹亚丝(她因与卡散德敌对而留在伊庇鲁斯),让她尽早返回马其顿,接管亚历山大的孩子并予以照料,直到他成年并继承其父的王位。
§18.57.3ἔπεμψε δὲ καὶ πρὸς Εὐμενῆ, γράψας ἐπιστολὴν ἐκ τοῦ τῶν βασιλέων ὀνόματος, ὅπως πρὸς μὲν Ἀντίγονον μὴ διαλύσηται τὴν ἀλλοτριότητα, πρὸς δὲ τοὺς βασιλεῖς ἀποκλίνας εἴτε βούλεται καταντᾶν εἰς Μακεδονίαν καὶ μετʼ αὐτοῦ κοινοπραγῶν ἐπιμελητὴς εἶναι τῶν βασιλέων, εἴτε μᾶλλον προαιρεῖται μένειν ἐπὶ τῆς Ἀσίας καὶ λαβὼν δύναμιν καὶ χρήματα διαπολεμεῖν πρὸς Ἀντίγονον, φανερῶς ἤδη γεγενημένον ἀποστάτην τῶν βασιλέων.
他还派人去见尤曼尼斯,以国王们的名义写了一封信,要求他不要消除对安提柯的敌意,而是倒向国王们,并询问他:是希望返回马其顿、与他协同行动并担任国王们的监护人,还是更愿意留在亚洲、获取军队和资金,与已经公开背叛国王们的安提柯战斗到底。
ἀποκαθιστάνειν δʼ αὐτῷ τοὺς βασιλεῖς τήν τε σατραπείαν, ἣν Ἀντίγονος ἀφῄρηται, καὶ τὰς δωρεὰς ἁπάσας ὅσας πρότερον εἶχε κατὰ τὴν Ἀσίαν.
并且[信中提到],国王们将归还被安提柯夺去的行省,以及他以前在亚洲所拥有的一切赏赐。
§18.57.4τὸ δʼ ὅλον ἀπεφαίνετο μάλιστα πάντων πρέπειν Εὐμενῆ τῆς βασιλικῆς οἰκίας κήδεσθαι καὶ φροντίζειν, ἀκολουθοῦντα τοῖς ὑπʼ αὐτοῦ προπεπολιτευμένοις πρὸς τὴν βασιλικὴν οἰκίαν. ἐὰν δὲ μείζονος δυνάμεως προσδέηται, καὶ αὐτὸς μετὰ τῶν βασιλέων ἀναζεύξειν ἐκ Μακεδονίας μετὰ πάσης τῆς βασιλικῆς δυνάμεως.
总的来说,他表示,根据尤曼尼斯以前对王室所采取的政治行动,最适合他的莫过于关怀和顾念王室;如果他需要更大的力量,波里伯孔自己也将与国王们一起,率领全部王室军队从马其顿出发。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这些事便是在这一年内发生的。

词汇与语法注释

  1. 18.57.1τῶν πολιτευμάτων — 属格名词,用作动词 ἀφηγεῖσθαι(领导、统治)的宾语。
  2. 18.57.1τινῶν — 不定代词的复数属格。动词 καταγιγνώσκειν(判决、宣告)以刑罚(此处为 θάνατον,死刑)作宾格,以判决对象(此处为 τινῶν)作属格。
  3. 18.57.3ἀποκαθιστάνειν — 现在时不定式。用于延续自主句动词 ἔπεμψε ... γράψας(派人……写道)的间接引语中,用以转述信件的内容(国王们的承诺或宣言)。
  4. 18.57.4ἀκολουθοῦντα — 单数阳性宾格现在分词。它与 Εὐμενῆ 一致,后者是依附于无人称动词 πρέπει(合适)的不定式宾格主语,表示伴随状况或原因(“遵循……”)。
  5. 18.57.4ἀναζεύξειν — 将来时不定式。在间接引语中用作条件句(ἐὰν ... προσδέηται)的主句,其意义上的主语是波里伯孔本人(由于不定式的主语与支配动词的主语一致,故用主格 καὶ αὐτός 表示)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.57.1-18.57.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.57.1-18.57.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。