Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.55.1-18.55.4

波利伯孔宣布解放希腊各邦并恢复民主

第 56 段,共 301 段 · 希腊语

内容简介

波利伯孔召集马其顿领袖,决定解放希腊各城市并恢复民主制度以对抗卡桑德,并将这一承诺告知各国使节。

§18.55.1ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Μακεδονίαν Πολυπέρχων ὁ τῶν βασιλέων ἐπιμελητὴς μετὰ τὴν ἀπαλλαγὴν τοῦ Κασάνδρου προεώρα μὲν τὸ μέγεθος τοῦ πρὸς Κάσανδρον ἐσομένου πολέμου, οὐδὲν δʼ ἄνευ τῆς τῶν φίλων γνώμης κρίνων πράττειν συνήγαγε τούς τε ἡγεμόνας ἅπαντας καὶ τῶν ἄλλων Μακεδόνων τοὺς ἀξιολογωτάτους.
在这些事情进行的同时,在马其顿,诸王的摄政波利伯孔在卡桑德逃亡后,预见到与卡桑德之间将要发生的战争规模巨大;但他决定在没有朋友们同意的情况下不作任何决定,于是召集了所有的指挥官以及其他马其顿人中最有声望的人。
§18.55.2φανεροῦ δʼ ὄντος ὅτι Κάσανδρος μὲν σωματοποιηθεὶς ὑπʼ Ἀντιγόνου τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἀνθέξεται διὰ τὸ τὰς μὲν αὐτῶν πατρικαῖς φρουραῖς φυλάττεσθαι, τὰς δʼ ὑπʼ ὀλιγαρχιῶν διοικεῖσθαι, κυριευομένας ὑπὸ τῶν Ἀντιπάτρου φίλων καὶ ξένων, πρὸς δὲ τούτοις συμμαχήσειν τῷ Κασάνδρῳ Πτολεμαῖόν τε τὸν Αἰγύπτου κρατοῦντα καὶ Ἀντίγονον τὸν φανερῶς ἤδη γενόμενον ἀποστάτην τῶν βασιλέων, ἀμφοτέρους δὲ καὶ δυνάμεις μεγάλας καὶ χρημάτων ἔχειν πλῆθος, ἔτι δὲ πολλῶν ἐθνῶν καὶ πόλεων ἀξιολόγων κυριεύειν — προτεθείσης οὖν βουλῆς πῶς τούτοις πολεμητέον ἐστὶ καὶ πολλῶν καὶ ποικίλων λόγων περὶ τοῦ πολέμου ῥηθέντων ἔδοξεν αὐτοῖς τὰς μὲν κατὰ τὴν Ἑλλάδα πόλεις ἐλευθεροῦν, τὰς δʼ ἐν αὐταῖς ὀλιγαρχίας καθεσταμένας ὑπʼ Ἀντιπάτρου καταλύειν·
显而易见的是,卡桑德在得到安提柯的军事支持后,将企图控制希腊的诸城市,因为其中一些城市由他父亲的卫队驻守,另一些城市则由安提帕特的朋友和宾客控制的寡头政治所管理;此外,统治埃及的托勒密和已经公开背叛诸王的安提柯将与卡桑德结盟,且两人都拥有强大的军队和巨额的资金,更统治着许多重要的民族和城市——因此,在提出如何与这些人作战的议案,并发表了许多关于战争的各种意见之后,他们决定解放希腊的城市,并废除安提帕特在其中建立的寡头政治。
§18.55.3οὕτως γὰρ ἂν μάλιστα τὸν μὲν Κάσανδρον ταπεινώσειν, ἑαυτοῖς δὲ μεγάλην δόξαν καὶ πολλὰς συμμαχίας ἀξιολόγους περιποιήσειν.
因为他们认为,只有这样才能最大限度地削弱卡桑德,并为自己赢得极大的声誉和许多重要的盟友。
§18.55.4εὐθὺς οὖν τοὺς ἀπὸ τῶν πόλεων παρόντας πρεσβευτὰς προσκαλεσάμενοι καὶ θαρρεῖν παρακαλέσαντες ἐπηγγείλαντο τὰς δημοκρατίας ἀποκαταστήσειν ταῖς πόλεσι καὶ τὸ κυρωθὲν δόγμα γράψαντες ἔδωκαν τοῖς πρεσβευταῖς, ὅπως κατὰ τάχος εἰς τὰς πατρίδας ἐπανελθόντες ἀπαγγείλωσι τοῖς δήμοις τὴν τῶν βασιλέων καὶ τῶν ἡγεμόνων εἰς τοὺς Ἕλληνας εὔνοιαν.
于是,他们立即召集来自各城市的使节,鼓励他们放心,并承诺恢复各城市的民主制度;接着,他们将通过的法令写成文件交给使节,以便使节们迅速返回祖国,向民众宣告诸王和指挥官们对希腊人的善意。
ἦν δὲ τὸ διάγραμμα τοιοῦτον.
该法令内容如下。

词汇与语法注释

  1. §18.55.1κρίνων πράττειν — 分词 `κρίνων` 连同否定词 `οὐδέν` 支配不定式 `πράττειν`。动词 `κρίνω` 接不定式表示“决定做……”或“认为做……是正确的”,在此处意为“判断在没有朋友意见的情况下不应做任何事”。
  2. §18.55.2φανεροῦ δʼ ὄντος ὅτι — 无人称属格独立结构 `φανεροῦ δʼ ὄντος`(由于……是显而易见的)后接 `ὅτι` 引导的从句,但在中途混入了宾格加不定式结构(`συμμαχήσειν... Πτολεμαῖόν τε... καὶ Ἀντίγονον` 以及 `ἀμφοτέρους... ἔ戏ν`)。这些不定式结构在语法上仍充当“显而易见”的主语。整句话的主句是在经历更多的属格独立结构之后的 `ἔδοξεν αὐτοῖς`(他们决定)。
  3. §18.55.3ἂν μάλιστα ... ταπεινώσειν — 助词 `ἄν` 修饰将来时不定式 `ταπεινώσειν` 和 `περιποιήσειν`。虽然在古典雅典方言中,`ἄν` 与将来时不定式的结合极其罕见且在语法上存在争议,但在希腊化时期的希腊语(通用希腊语)及手抄本传统中,它被用来表达一种潜在的或高度确信的将来结果。它在此处表示承接前句 `ἔδοξεν αὐτοῖς` 意图的间接引语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.55.1-18.55.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.55.1-18.55.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。