Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.15.1-18.15.9

利昂纳托斯战死与雅典海战

第 16 段,共 301 段 · 希腊语

内容简介

希腊军队击败了利昂纳托斯的援军,利昂纳托斯本人战死。随后安提帕特接管了马其顿全军的指挥权,而雅典则在海上与马其顿舰队交战以争夺制海权。

§18.15.1οἱ δὲ Ἕλληνες λύσαντες τὴν πολιορκίαν καὶ τὴν στρατοπεδείαν ἐμπρήσαντες τὸν μὲν ἀχρεῖον εἰς παράταξιν ὄχλον καὶ τὰς παρασκευὰς εἰς Μελιτίαν πόλιν ἐξέπεμψαν, αὐτοὶ δʼ εὔζωνοι καὶ πρὸς μάχην ὄντες ἕτοιμοι προῆγον, ἀπαντήσοντες τοῖς περὶ Λεοννάτον πρὸ τοῦ τὸν Ἀντίπατρον συμμίξαι καὶ τὰς δυνάμεις ἀμφοτέρας εἰς ἕνα τόπον συνελθεῖν.
另一方面,希腊人解除了包围,烧毁了营地,将不便于排兵布阵的非战斗人员和物资送往梅里蒂亚城,而他们自己则轻装上阵,做好战斗准备向前推进,以便在安提帕特与之会合、两军在一处集结之前,迎击利昂纳托斯麾下的军队。
§18.15.2εἶχον δὲ τοὺς σύμπαντας πεζοὺς μὲν δισμυρίους καὶ δισχιλίους· οἱ γὰρ Αἰτωλοὶ πάντες προαπηλλαχότες ἦσαν εἰς τὴν οἰκείαν καὶ τῶν ἄλλων Ἑλλήνων οὐκ ὀλίγοι κατʼ ἐκεῖνον τὸν καιρὸν ὑπῆρχον εἰς τὰς πατρίδας κεχωρισμένοι·
他们总共拥有二万二千名步兵;因为所有的埃托利亚人此前都已返回家乡,而其他希腊人中也有不少人在那时已经回到了各自的城邦。
ἱππεῖς δὲ συνεστρατεύοντο πλείους τῶν τρισχιλίων καὶ πεντακοσίων, ὧν ἦσαν Θετταλοὶ δισχίλιοι διάφοροι ταῖς ἀρεταῖς, ἐν οἷς εἶχον μάλιστα τὰς τῆς νίκης ἐλπίδας.
不过,与他们一同作战的骑兵有三千五百多人,其中二千人是因英勇非凡而名声赫赫的色萨利人,希腊人对胜利的最大希望正是寄托在他们身上。
§18.15.3γενομένης δʼ ἱππομαχίας ἰσχυρᾶς ἐπὶ πολὺν χρόνον καὶ τῶν Θετταλῶν διὰ τὰς ἀρετὰς ἐπικρατούντων ὁ μὲν Λεοννάτος λαμπρῶς ἀγωνισάμενος καὶ διακλεισθεὶς εἰς τόπον τελματώδη τοῖς ὅλοις ἠλαττοῦτο, πολλοῖς δὲ τραύμασι περιπεσὼν καὶ τελευτήσας ὑπὸ τῶν ἰδίων ἤρθη καὶ πρὸς τὴν ἀποσκευὴν ἀπηνέχθη τετελευτηκώς·
激烈的骑兵战持续了很长时间,由于色萨利人的英勇,他们占据了上风。 利昂纳托斯虽然奋勇作战,但被逼入了一片沼泽地,在全局上陷入劣势;他多处受伤而牺牲,随后被自己人抬起,作为一具尸体被送回了行李辎重处。
§18.15.4τῇ δʼ ἱππομαχίᾳ λαμπρῶς τῶν Ἑλλήνων νενικηκότων Μένωνος ἱππαρχοῦντος τοῦ Θετταλοῦ, εὐθὺς ἡ τῶν Μακεδόνων φάλαγξ φοβουμένη τοὺς ἱππεῖς ἀπεχώρησεν ἐκ τοῦ πεδίου πρὸς τὰς ὑπερκειμένας δυσχωρίας καὶ τῇ τῶν τόπων ὀχυρότητι τὴν ἀσφάλειαν περιεποιήσατο.
在色萨利人梅农担任骑兵长官的指挥下,希腊人在骑兵战中取得了辉煌的胜利,马其顿方阵因畏惧这支骑兵,随即撤出平原,退往上方地势险峻之处,凭借地形的险要确保了自身安全。
τῶν δὲ Θετταλῶν ἱππέων προσμαχομένων καὶ διὰ τὴν δυσχωρίαν ἀπράκτων γινομένων οἱ μὲν Ἕλληνες τρόπαιον στήσαντες καὶ τῶν νεκρῶν κυριεύσαντες ἀπηλλάγησαν ἐκ τῆς μάχης,
虽然色萨利骑兵继续发起攻击,但因地形险阻而无功而返,于是希腊人树立了战胜纪念碑,收回了尸体,便从战场上撤离。
§18.15.5τῇ δʼ ὑστεραίᾳ παραγενηθέντος Ἀντιπάτρου μετὰ τῆς δυνάμεως καὶ συμμίξαντος τοῖς ἡττημένοις μίαν οἱ πάντες Μακεδόνες ἐποιήσαντο τὴν στρατοπεδείαν καὶ τὴν τῶν ὅλων στρατηγίαν παρέλαβεν Ἀντίπατρος.
第二天,安提帕特率军抵达并与战败者会合,所有的马其顿人便合兵一处安营扎寨,由安提帕特接管了全军的指挥权。
§18.15.6οὗτος δὲ κρίνας ἐπὶ τοῦ παρόντος ἡσυχίαν ἔχειν καὶ θεωρῶν τοὺς πολεμίους ἱπποκρατοῦντας τὴν μὲν διὰ τῶν ὁμαλῶν ἀποχώρησιν ἀπέγνω, διὰ δὲ τῆς δυσχωρίας προάγων καὶ τοὺς ὑπερδεξίους τόπους προκαταλαμβανόμενος ἀπεχώρησεν ἐκ τούτων τῶν τόπων.
他判定眼下应当按兵不动,又看到敌军在骑兵上占有优势,便放弃了通过平坦地带撤退的念头;相反,他穿过险峻的地形推进,并提前抢占制高点,从而撤离了这些地区。
§18.15.7Ἀντίφιλος δὲ ὁ τῶν Ἑλλήνων στρατηγὸς ἐπιφανεῖ μάχῃ νικήσας τοὺς Μακεδόνας ἐφήδρευε περὶ Θετταλίαν διατρίβων καὶ καραδοκῶν τὴν τῶν πολεμίων ὁρμήν.
希腊人的将军安蒂菲卢斯在一场辉煌的战斗中击败了马其顿人,随后在色萨利一带驻留以待时机,密切注视着敌军的动向。
καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τοιαύταις εὐημερίαις ὑπῆρχε.
至此,希腊人方面的事态正处于这样顺利的局面之中。
§18.15.8τῶν δὲ Μακεδόνων θαλασσοκρατούντων οἱ Ἀθηναῖοι πρὸς ταῖς ὑπαρχούσαις ναυσὶν ἄλλας κατεσκεύασαν, ὥστε γενέσθαι τὰς πάσας ἑκατὸν ἑβδομήκοντα.
然而,由于马其顿人控制着制海权,雅典人在现有的船只之外又建造了其他船只,使总数达到了一百七十艘。
τῶν δὲ Μακεδονικῶν νεῶν οὐσῶν διακοσίων καὶ τεσσαράκοντα τὴν ναυαρχίαν εἶχε Κλεῖτος.
而马其顿的船只有二百四十艘,由克雷图斯担任海军统帅。
§18.15.9οὗτος δὲ ναυμαχήσας πρὸς Ἠετίωνα τὸν Ἀθηναίων ναύαρχον ἐνίκησε δυσὶν ναυμαχίαις καὶ συχνὰς τῶν πολεμίων νεῶν διέφθειρε περὶ τὰς καλουμένας Ἐχινάδας νήσους.
他与雅典的海军统帅埃埃蒂翁展开海战,在两次海战中皆获全胜,并在所谓的埃奇纳德斯群岛附近摧毁了敌军的大量船只。

词汇与语法注释

  1. 15.1πρὸ τοῦ τὸν Ἀντίπατρον συμμίξαι — 介词 `πρό` 与中性属格冠词 `τοῦ` 构成的短语引导不定式 `συμμίξαι`(以及 `συνελθεῖν`),表示时间上的先后(“在……之前”)。宾格的 `τὸν Ἀντίπατρον`(以及 `τὰς δυνάμεις ἀμφοτέρας`)作为这些不定式的逻辑主语。
  2. 15.3γενομένης δʼ ἱππομαχίας ... ἐπικρατούντων — 此处连接了两个独立属格结构,但使用了不同的时态。不定过去时分词 `γενομένης` 指骑兵战的发生(一次性事件),而现在时分词 `ἐπικρατούντων` 则描述色萨利人持续占据优势的状态和过程。
  3. 15.3τελευτήσας ... τετελευτηκώς — 在同一句中使用了动词 `τελευτάω`(死)不同时态的分词。不定过去时分词 `τελευτήσας` 表示“丧生”这一事件的发生,而完成时分词 `τετελευτηκώς` 则表示“处于已死状态”的动作结果。
  4. 15.4Μένωνος ἱππαρχοῦντος τοῦ Θετταλοῦ — 在主导的独立属格结构 `τῶν Ἑλλήνων νενικηκότων`(当希腊人获胜时)之内,嵌套了另一个独立属格 `Μένωνος ἱππαρχοῦντος`(在梅农担任骑兵长官的情况下),用以具体说明胜利时的具体情况。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.15.1-18.15.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.15.1-18.15.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。