§18.15.1οἱ δὲ Ἕλληνες λύσαντες τὴν πολιορκίαν καὶ τὴν στρατοπεδείαν ἐμπρήσαντες τὸν μὲν ἀχρεῖον εἰς παράταξιν ὄχλον καὶ τὰς παρασκευὰς εἰς Μελιτίαν πόλιν ἐξέπεμψαν, αὐτοὶ δʼ εὔζωνοι καὶ πρὸς μάχην ὄντες ἕτοιμοι προῆγον, ἀπαντήσοντες τοῖς περὶ Λεοννάτον πρὸ τοῦ τὸν Ἀντίπατρον συμμίξαι καὶ τὰς δυνάμεις ἀμφοτέρας εἰς ἕνα τόπον συνελθεῖν.
Meanwhile, the Greeks, raising the siege and burning their camp, sent the crowd that was useless for battle and the baggage to the city of Melitia, while they themselves, light-armed and ready for battle, advanced in order to meet the forces under Leonnatus before Antipater could join him and both armies could unite in one place.
§18.15.2εἶχον δὲ τοὺς σύμπαντας πεζοὺς μὲν δισμυρίους καὶ δισχιλίους· οἱ γὰρ Αἰτωλοὶ πάντες προαπηλλαχότες ἦσαν εἰς τὴν οἰκείαν καὶ τῶν ἄλλων Ἑλλήνων οὐκ ὀλίγοι κατʼ ἐκεῖνον τὸν καιρὸν ὑπῆρχον εἰς τὰς πατρίδας κεχωρισμένοι·
They had in all twenty-two thousand infantry; for all the Aetolians had previously departed for their own land, and not a few of the other Greeks happened at that time to have retired to their respective homelands.
ἱππεῖς δὲ συνεστρατεύοντο πλείους τῶν τρισχιλίων καὶ πεντακοσίων, ὧν ἦσαν Θετταλοὶ δισχίλιοι διάφοροι ταῖς ἀρεταῖς, ἐν οἷς εἶχον μάλιστα τὰς τῆς νίκης ἐλπίδας.
But more than thirty-five hundred cavalry served with them, of whom two thousand were Thessalians, distinguished for their valor, in whom they placed their greatest hopes of victory.
§18.15.3γενομένης δʼ ἱππομαχίας ἰσχυρᾶς ἐπὶ πολὺν χρόνον καὶ τῶν Θετταλῶν διὰ τὰς ἀρετὰς ἐπικρατούντων ὁ μὲν Λεοννάτος λαμπρῶς ἀγωνισάμενος καὶ διακλεισθεὶς εἰς τόπον τελματώδη τοῖς ὅλοις ἠλαττοῦτο, πολλοῖς δὲ τραύμασι περιπεσὼν καὶ τελευτήσας ὑπὸ τῶν ἰδίων ἤρθη καὶ πρὸς τὴν ἀποσκευὴν ἀπηνέχθη τετελευτηκώς·
A fierce cavalry battle took place for a long time, and since the Thessalians were prevailing because of their valor, Leonnatus, after fighting brilliantly but being cut off in a marshy place, was disadvantaged in the overall struggle; having received many wounds and died, he was lifted up by his own men and carried back to the baggage train already dead.
§18.15.4τῇ δʼ ἱππομαχίᾳ λαμπρῶς τῶν Ἑλλήνων νενικηκότων Μένωνος ἱππαρχοῦντος τοῦ Θετταλοῦ, εὐθὺς ἡ τῶν Μακεδόνων φάλαγξ φοβουμένη τοὺς ἱππεῖς ἀπεχώρησεν ἐκ τοῦ πεδίου πρὸς τὰς ὑπερκειμένας δυσχωρίας καὶ τῇ τῶν τόπων ὀχυρότητι τὴν ἀσφάλειαν περιεποιήσατο.
When the Greeks had won a brilliant victory in the cavalry battle under the command of the Thessalian Menon as hipparch, the Macedonian phalanx, fearing the cavalry, immediately withdrew from the plain to the high, rugged ground above and secured their safety by the natural strength of the terrain.
τῶν δὲ Θετταλῶν ἱππέων προσμαχομένων καὶ διὰ τὴν δυσχωρίαν ἀπράκτων γινομένων οἱ μὲν Ἕλληνες τρόπαιον στήσαντες καὶ τῶν νεκρῶν κυριεύσαντες ἀπηλλάγησαν ἐκ τῆς μάχης,
Since the Thessalian cavalry continued to attack but could accomplish nothing because of the difficult terrain, the Greeks set up a trophy, took possession of the dead, and withdrew from the battle.
§18.15.5τῇ δʼ ὑστεραίᾳ παραγενηθέντος Ἀντιπάτρου μετὰ τῆς δυνάμεως καὶ συμμίξαντος τοῖς ἡττημένοις μίαν οἱ πάντες Μακεδόνες ἐποιήσαντο τὴν στρατοπεδείαν καὶ τὴν τῶν ὅλων στρατηγίαν παρέλαβεν Ἀντίπατρος.
On the following day, when Antipater arrived with his army and joined those who had been defeated, all the Macedonians formed a single camp, and Antipater took over the supreme command of the whole force.
§18.15.6οὗτος δὲ κρίνας ἐπὶ τοῦ παρόντος ἡσυχίαν ἔχειν καὶ θεωρῶν τοὺς πολεμίους ἱπποκρατοῦντας τὴν μὲν διὰ τῶν ὁμαλῶν ἀποχώρησιν ἀπέγνω, διὰ δὲ τῆς δυσχωρίας προάγων καὶ τοὺς ὑπερδεξίους τόπους προκαταλαμβανόμενος ἀπεχώρησεν ἐκ τούτων τῶν τόπων.
Deciding to remain inactive for the present, and seeing that the enemy were superior in cavalry, he gave up the idea of retreating through the level country; instead, advancing through the rugged terrain and pre-occupying the commanding positions, he withdrew from these regions.
§18.15.7Ἀντίφιλος δὲ ὁ τῶν Ἑλλήνων στρατηγὸς ἐπιφανεῖ μάχῃ νικήσας τοὺς Μακεδόνας ἐφήδρευε περὶ Θετταλίαν διατρίβων καὶ καραδοκῶν τὴν τῶν πολεμίων ὁρμήν.
Meanwhile, Antiphilus, the general of the Greeks, having defeated the Macedonians in a brilliant battle, remained in the vicinity of Thessaly, watching for a favorable opportunity and waiting for the movement of the enemy.
καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τοιαύταις εὐημερίαις ὑπῆρχε.
And such was the prosperity in which the affairs of the Greeks lay.
§18.15.8τῶν δὲ Μακεδόνων θαλασσοκρατούντων οἱ Ἀθηναῖοι πρὸς ταῖς ὑπαρχούσαις ναυσὶν ἄλλας κατεσκεύασαν, ὥστε γενέσθαι τὰς πάσας ἑκατὸν ἑβδομήκοντα.
But since the Macedonians held command of the sea, the Athenians built other ships in addition to those they already had, so that the total number became one hundred and seventy.
τῶν δὲ Μακεδονικῶν νεῶν οὐσῶν διακοσίων καὶ τεσσαράκοντα τὴν ναυαρχίαν εἶχε Κλεῖτος.
Since the Macedonian ships numbered two hundred and forty, Cleitus held the office of admiral.
§18.15.9οὗτος δὲ ναυμαχήσας πρὸς Ἠετίωνα τὸν Ἀθηναίων ναύαρχον ἐνίκησε δυσὶν ναυμαχίαις καὶ συχνὰς τῶν πολεμίων νεῶν διέφθειρε περὶ τὰς καλουμένας Ἐχινάδας νήσους.
He, engaged in a naval battle against Eetion, the Athenian admiral, defeated him in two naval battles and destroyed many of the enemy's ships near the islands called Echinades.