§18.14.1κατὰ δὲ τὴν Ἀσίαν τῶν μεμερισμένων τὰς σατραπείας Πτολεμαῖος μὲν ἀκινδύνως παρέλαβε τὴν Αἴγυπτον καὶ τοῖς μὲν ἐγχωρίοις φιλανθρώπως προσεφέρετο, παραλαβὼν δὲ ὀκτακισχίλια τάλαντα μισθοφόρους ἤθροιζε καὶ δυνάμεις παρεσκευάζετο· συνέτρεχε δὲ καὶ φίλων πλῆθος πρὸς αὐτὸν διὰ τὴν ἐπιείκειαν.
在亚洲,在被分配到各行省的人之中,托勒密没有遭遇危险便接管了埃及,并对当地居民态度温和。 他接收了八千塔兰同之后,开始招募雇佣军并筹备军备;由于他的宽厚,许多朋友也纷纷聚集到他身边。
§18.14.2πρὸς δὲ Ἀντίπατρον διαπρεσβευόμενος κοινοπραγίαν συνέθετο, σαφῶς εἰδὼς ὅτι Περδίκκας ἐπιβαλεῖται παρελέσθαι τὴν τῆς Αἰγύπτου σατραπείαν.
托勒密还向安提帕特派遣使节,与之结成同盟,因为他清楚地知道佩尔迪卡斯将企图夺取埃及行省。
Λυσίμαχος δʼ ἐπιβαλὼν τοῖς κατὰ τὴν Θρᾴκην τόποις καὶ καταλαβὼν Σεύθην τὸν βασιλέα κατεστρατοπεδευκότα πεζοῖς μὲν δισμυρίοις, ἱππεῦσι δʼ ὀκτακισχιλίοις οὐ κατεπλάγη τὸ μέγεθος τῆς δυνάμεως.
与此同时,利西马科斯进入色雷斯地区,发现国王塞乌特斯正率领两万步兵和八千骑兵安营扎寨,但他并未被对方兵力的庞大规模所吓倒。
ἔχων δὲ τοὺς σύμπαντας πεζοὺς μὲν οὐ πλείους τῶν τετρακισχιλίων, ἱππεῖς δὲ δισχιλίους συνῆψε μάχην τοῖς βαρβάροις.
尽管他总共拥有不超过四千名步兵和二千名骑兵,他还是与这些蛮族交了战。
§18.14.3ταῖς μὲν οὖν ἀνδραγαθίαις προεῖχεν αὐτῶν, τοῖς δὲ πλήθεσι λειπόμενος καρτερὰν μάχην συνεστήσατο καὶ πολλοὺς μὲν τῶν ἰδίων ἀποβαλών, πολλαπλασίους δʼ ἀποκτείνας ἐπανῆλθεν εἰς τὴν στρατοπεδείαν ἀμφίδοξον ἔχων τὴν νίκην.
尽管在英勇方面他胜过他们,但在人数上却处于劣势,因此他展开了一场激烈的战斗;在损失了许多自己人却消灭了数倍于此的敌人之后,他回到了营地,此时胜利归属仍不确定。
§18.14.4τότε μὲν οὖν ἐχωρίσθησαν ἐκ τῶν τόπων αἱ παρʼ ἀμφοτέροις δυνάμεις καὶ παρασκευὰς μείζους ἐποιοῦντο πρὸς τὴν τῶν ὅλων ἐπίθεσιν.
当时,双方的军队便从那些地区撤退,并为决战进行着更大规模的准备。
Λεοννάτος δέ, παραγενομένου πρὸς αὐτὸν Ἑκαταίου πρεσβευτοῦ καὶ δεομένου βοηθῆσαι τὴν ταχίστην Ἀντιπάτρῳ καὶ Μακεδόσιν, ἐπηγγείλατο συμμαχήσειν.
而利昂纳托斯,由于赫卡泰乌斯作为使者来到他那里,请求他尽快援助安提帕特和马其顿人,便许诺将出兵相助。
§18.14.5διαβὰς οὖν εἰς τὴν Εὐρώπην καὶ καταντήσας εἰς Μακεδονίαν προσελάβετο πολλοὺς στρατιώτας Μακεδόνας· ἀθροίσας δὲ τοὺς ἅπαντας πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ χιλίους καὶ πεντακοσίους προῆγεν διὰ τῆς Θετταλίας ἐπὶ τοὺς πολεμίους.
于是他渡海来到欧洲,抵达马其顿,并吸收了许多马其顿士兵;在总共集结了二万多名步兵和一千五百名骑兵后,他穿过色萨利向敌人进军。