Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.16.1-18.16.5

佩尔迪卡斯征服卡帕多奇亚与克拉特鲁斯来援

第 17 段,共 301 段 · 希腊语

内容简介

佩尔迪卡斯击败并处死了卡帕多奇亚的阿里亚拉特斯,将该省移交给尤曼尼斯。与此同时,克拉特鲁斯率领来自基利家的援军抵达马其顿并与安提帕特会合。

§18.16.1ἅμα δὲ τούτοις πραττομένοις Περδίκκας, ἔχων μεθʼ ἑαυτοῦ τόν τε βασιλέα Φίλιππον καὶ τὴν βασιλικὴν δύναμιν, ἐστράτευσεν ἐπὶ Ἀριαράθην τὸν Καππαδοκίας δυνάστην.
在这些事情进行的同时,佩尔迪卡斯率领着腓力国王和王室军队,向卡帕多奇亚的统治者阿里亚拉特斯发动远征。
οὗτος γὰρ οὐ προσέχων τοῖς Μακεδόσιν ὑπὸ μὲν Ἀλεξάνδρου παρεωράθη διὰ τοὺς περὶ Δαρεῖον ἀγῶνας καὶ περισπασμούς, ἀναστροφὴν δὲ πολυχρόνιον εἶχε κυριεύων τῆς Καππαδοκίας.
因为此人并不顺从马其顿人,此前由于亚历山大忙于对大流士的征战和多方牵制而未被顾及,他便在统治卡帕多奇亚期间获得了一段长期的自主活动时间。
§18.16.2διὸ καὶ πολλὰ μὲν ἐκ τῶν προσόδων χρήματα ἤθροισε, δυνάμεις δʼ ἐγχωρίους καὶ ξενικὰς μεγάλας συνεστήσατο.
因此,他从财政收入中积聚了大量财富,并组建了庞大的本地及外籍雇佣军。
διὸ καὶ βασιλείας ἀντιποιούμενος ἕτοιμος ἦν πρὸς τὸν Περδίκκαν διαγωνίζεσθαι, πεζοὺς μὲν ἔχων τρισμυρίους, ἱππεῖς δὲ μυρίους πεντακισχιλίους.
所以他自称王权,准备与佩尔迪卡斯一决雌雄。 他拥有三万步兵和一万五千骑兵。
ὁ δὲ Περδίκκας συνάψας αὐτῷ μάχην καὶ τῇ παρατάξει νικήσας ἀνεῖλε μὲν εἰς τετρακισχιλίους, ἐζώγρησε δὲ ὑπὲρ τοὺς πεντακισχιλίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ Ἀριαράθης.
然而,佩尔迪卡斯与他交战并在决战中击败了他,斩杀约四千人,俘虏了五千多人,阿里亚拉特斯本人也在这批俘虏之中。
§18.16.3τοῦτον μὲν οὖν καὶ τοὺς συγγενεῖς αὐτοῦ πάντας αἰκισάμενος ἀνεσταύρωσε· τοῖς δʼ ἡττηθεῖσι συγχωρήσας τὴν ἀσφάλειαν καὶ καταστήσας τὰ κατὰ τὴν Καππαδοκίαν παρέδωκε τὴν σατραπείαν Εὐμενεῖ τῷ Καρδιανῷ, καθάπερ ἐξ ἀρχῆς ἦν μεμερισμένος.
于是,佩尔迪卡斯在对他及其所有亲属施以酷刑后,将其全部钉在十字架上处死;而对战败者则允许其安全,在平定了卡帕多奇亚的事务后,按照最初分配的情况,将这一行省移交给了卡尔迪亚的尤曼尼斯。
§18.16.4ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς καὶ Κρατερὸς ἐκ Κιλικίας ἀναζεύξας ἧκεν εἰς Μακεδονίαν, βοηθήσων τοῖς περὶ τὸν Ἀντίπατρον καὶ διορθωσόμενος τὰς γεγενημένας ἥττας τῶν Μακεδόνων.
大约在同一时期,克拉特鲁斯也从基利家开拔,抵达马其顿,以援助安提帕特等人,并挽回马其顿人此前所遭受的败局。
ἦγε δὲ πεζοὺς μὲν τῶν εἰς Ἀσίαν Ἀλεξάνδρῳ συνδιαβεβηκότων ἑξακισχιλίους, τῶν δʼ ἐν παρόδῳ προσειλημμένων τετρακισχιλίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας χιλίους, ἱππεῖς δὲ χιλίους καὶ πεντακοσίους.
他率领着曾与亚历山大一同渡海前往亚洲的步兵中的六千人、在途中追加招募的四千人、一千名波斯弓箭手和投石手,以及一千五百名骑兵。
§18.16.5παρελθὼν δʼ εἰς τὴν Θετταλίαν καὶ τοῦ πρωτείου παραχωρήσας ἑκουσίως Ἀντιπάτρῳ κοινῇ μετʼ αὐτοῦ κατεστρατοπέδευσε παρὰ τὸν Πηνειὸν ποταμόν.
他进入色萨利后,自愿将首脑指挥权让给安提帕特,并与他一同在皮涅奥斯河畔联合安营扎寨。
οἱ δὲ πάντες ἠθροίσθησαν σὺν τοῖς μετὰ Λεοννάτου παραγεγενημένοις πεζοὶ μὲν πλείους τῶν τετρακισμυρίων ἐν τοῖς βαρέσιν ὅπλοις, τοξόται δὲ καὶ σφενδονῆται τρισχίλιοι,
在与此前随利昂纳托斯抵达的人员汇合后,集结的总兵力包括四万多名重装步兵、三千名弓箭手和投石手,

词汇与语法注释

  1. §18.16.1οὐ προσέχων τοῖς Μακεδόσιν — 现在分词 `προσέχων`(此处意为“臣服”或“理会”)修饰主语 `οὗτος`,描述了阿里亚拉特斯对马其顿人不顺从的态度,由此引出后面的被动语态动词 `παρεωράθη`(被忽视)。
  2. §18.16.1ἀναστροφὴν δὲ πολυχρόνιον εἶχε — 虽然 `ἀναστροφή` 通常指“逗留”或“延迟”,但在此处表示不受外界干涉的“独自活动时期”或“宽余时间”,分词 `κυριεύων`(统治着)说明了这一状态。
  3. §18.16.3ἦν μεμερισμένος — 由 `ἦν` 与 `μερίζω`(分配)的完成时被动分词构成的迂言过去完成时被动语态。虽然语义上的主语是阴性名词行省(`ἡ σατραπεία`),但分词采用了阳性单数形式 `μεμερισμένος`,这可能是由于语法上受到了尤曼尼斯(`Εὐμενεῖ`)或暗含的阳性名词 `κλῆρος`(分配领地)的吸引。此处指巴比伦分封会议中最初的分配。
  4. §18.16.4βοηθήσων... καὶ διορθωσόμενος — 两个由 `καί` 连接的将来时分词 `βοηθήσων` 和 `διορθωσόμενος` 作目的状语,修饰主句动词 `ἧκεν`(“到达是为了援助……并挽回……”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.16.1-18.16.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.16.1-18.16.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。