Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.13.1-18.13.6

拉米亚围城战与莱奥斯提尼战死

第 14 段,共 301 段 · 希腊语

内容简介

莱奥斯提尼在拉米亚围城战中放弃强攻,转而采取封锁策略,但他在战壕冲突中头部中石身亡。雅典派希佩里德斯发表葬礼演说,并任命安提菲卢斯接替莱奥斯提尼的职务。

§18.13.1Λεωσθένης δὲ μετὰ πάσης τῆς δυνάμεως παρελθὼν πλησίον τῆς Λαμίας καὶ τὴν παρεμβολὴν ὀχυρωσάμενος τάφρῳ βαθείᾳ καὶ χάρακι τὸ μὲν πρῶτον ἐκτάξας τὴν δύναμιν προσῆγε τῇ πόλει καὶ τοὺς Μακεδόνας εἰς μάχην προυκαλεῖτο.
莱奥斯提尼率领全军来到拉米亚附近,用深沟和壕篱加固了营地。 起初,他列阵向城市进逼,并挑战马其顿人进行交战。
μὴ τολμώντων δὲ αὐτῶν διαγωνίσασθαι προσβολὰς καθʼ ἡμέραν τοῖς τείχεσιν ἐκ διαδοχῆς ἐποιεῖτο.
由于他们不敢决战,他便每日轮流对城墙发起进攻。
§18.13.2ἀμυνομένων δὲ τῶν Μακεδόνων εὐρώστως πολλοὶ τῶν προπετῶς βιαζομένων Ἑλλήνων ἀπώλλυντο· δυνάμεως γὰρ ἀξιολόγου κατὰ τὴν πόλιν οὔσης καὶ βελῶν παντοδαπῶν ἀφθονίας, ἔτι δὲ τείχους πολυτελοῦς κατεσκευασμένου ῥᾳδίως οἱ πολιορκούμενοι περιεγίνοντο.
由于马其顿人顽强防守,许多鲁莽强攻的希腊人丧生;因为城内有一支相当规模的军队,有各种充足的投射武器,而且还修筑了坚固的墙壁,被围困的人轻而易举地占了上风。
§18.13.3ὁ δὲ Λεωσθένης ἀπογνοὺς τὴν ἐκ βίας ἅλωσιν τῆς πόλεως τὰς ἀγομένας εἰς ταύτην ἀγορὰς παρῃρεῖτο, νομίζων ῥᾳδίως τῇ σιτοδείᾳ καταπολεμήσειν τοὺς ἐγκεκλεισμένους ἐν τῇ πόλει.
莱奥斯提尼对通过强攻夺取该城感到绝望,于是拦截了运往城内的物资,认为通过饥饿可以轻易征服城内被困的人。
κατεσκεύαζε δὲ καὶ τεῖχος καὶ τάφρον ὤρυττεν μεγάλην καὶ βαθεῖαν, εἴργων τοὺς πολιορκουμένους ἀπὸ τῆς ἐξόδου.
他还筑起围墙,挖了一条又大又深的战壕,阻止被围困的人出城。
§18.13.4μετὰ δὲ ταῦτα Αἰτωλοὶ μὲν ἀξιώσαντες τὸν Λεωσθένην διά τινας ἐθνικὰς χρείας κατὰ τὸ παρὸν ἀπελθεῖν ἐπʼ οἴκου πάντες ἐπανῆλθον εἰς τὴν Αἰτωλίαν·
此后,埃托利亚人因某些国家事务,请求莱奥斯提尼允许他们暂时回家,便全部返回了埃托利亚。
οὕτως δὲ τῶν περὶ Ἀντίπατρον καταπονηθέντων καὶ τῆς πόλεως κινδυνευούσης ἁλῶναι διὰ τὴν προσδοκωμένην σιτοδείαν ἡ τύχη τι παράδοξον ἀπένειμε τοῖς Μακεδόσιν εὐκλήρημα.
尽管安提帕特及其部下陷入如此困境,且由于预期的饥荒,该城面临着被攻陷的危险,命运却赐予了马其顿人一个意想不到的幸运。
§18.13.5τοῦ γὰρ Ἀντιπάτρου τοῖς τὰς τάφρους ὀρύττουσιν ἐπιθεμένου καὶ συμπλοκῆς γενομένης ὁ Λεωσθένης παραβοηθῶν τοῖς ἰδίοις καὶ πληγεὶς εἰς τὴν κεφαλὴν λίθῳ παραχρῆμα μὲν ἔπεσεν καὶ λιποψυχήσας εἰς τὴν παρεμβολὴν ἀπεκομίσθη, τῇ τρίτῃ δʼ ἡμέρᾳ τελευτήσαντος αὐτοῦ καὶ ταφέντος ἡρωικῶς διὰ τὴν ἐν τῷ πολέμῳ δόξαν ὁ μὲν δῆμος τῶν Ἀθηναίων τὸν ἐπιτάφιον ἔπαινον εἰπεῖν προσέταξεν Ὑπερείδῃ τῷ πρωτεύοντι τῶν ῥητόρων τῇ τοῦ λόγου δεινότητι καὶ τῇ κατὰ τῶν Μακεδόνων ἀλλοτριότητι·
因为当安提帕特袭击那些挖战壕的人并发生冲突时,莱奥斯提尼前往救援自己的部下,头部被石头击中,当即倒地,并在昏迷中被送回营地。 在第三天他去世后,由于他在战争中的声望,人们以英雄的礼仪将他安葬,雅典人民便命令希佩里德斯发表葬礼演说,他在演说的雄辩和对马其顿人的敌意方面都是辩论家中的首要人物。
§18.13.6κατʼ ἐκεῖνον γὰρ τὸν καιρὸν ὁ μὲν κορυφαῖος τῶν Ἀθήνησι ῥητόρων Δημοσθένης ἐπεφεύγει, καταδεδικασμένος ὡς εἰληφὼς τῶν Ἁρπαλείων χρημάτων.
因为在那个时候,雅典辩论家的领袖德摩斯梯尼因被控收受哈尔帕卢斯的资金而被判有罪,已经逃亡在外。
ἀντὶ δὲ τοῦ Λεωσθένους κατεστάθη στρατηγὸς Ἀντίφιλος, ἀνὴρ συνέσει στρατηγικῇ καὶ ἀνδρείᾳ διαφέρων.
接替莱奥斯提尼的是安提菲卢斯,他是一位在军事智慧和勇气上都十分杰出的人物。
καὶ τὰ μὲν κατὰ τὴν Εὐρώπην ἐν τούτοις ἦν.
欧洲的局势便处于这种状态之中。

词汇与语法注释

  1. 18.13.2βελῶν παντοδαπῶν ἀφθονίας — 此属格短语作为与前文独立属格结构中的 δυνάμεως 并列的主语,同样受分词 οὔσης 控制。
  2. 18.13.4διά τινας ἐθνικὰς χρείας — 意为“因为某些国家(或部落)的事务”。这指的是埃托利亚人不得不暂时离开包围圈返回本国的官方原因。
  3. 18.13.5τοῦ γὰρ Ἀντιπάτρου ... ἐπιθεμένου καὶ συμπλοκῆς γενομένης — 由 καί 连接的两个独立属格结构,为主句主语莱奥斯提尼的行动提供了背景(“当安提帕特发起攻击……且发生冲突时”)。
  4. 18.13.6ὡς εἰληφὼς τῶν Ἁρπαλείων χρημάτων — ὡς 结合分词表示主观或声称的指控原因(“因被控收受哈尔帕卢斯的资金”)。动词 λαμβάνω(此处为分词 εἰληφώς)在表示获取资金的一部分时使用部分属格,因此 χρημάτων 为属格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.13.1-18.13.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.13.1-18.13.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。