§18.13.1Λεωσθένης δὲ μετὰ πάσης τῆς δυνάμεως παρελθὼν πλησίον τῆς Λαμίας καὶ τὴν παρεμβολὴν ὀχυρωσάμενος τάφρῳ βαθείᾳ καὶ χάρακι τὸ μὲν πρῶτον ἐκτάξας τὴν δύναμιν προσῆγε τῇ πόλει καὶ τοὺς Μακεδόνας εἰς μάχην προυκαλεῖτο.
レオステネスは全軍を率いてラミアの近くへ進み、深い濠と杭柵によって宿営地を強化したのち、最初は軍を展開させて町に進撃し、マケドニア人を戦闘に誘い出した。
μὴ τολμώντων δὲ αὐτῶν διαγωνίσασθαι προσβολὰς καθʼ ἡμέραν τοῖς τείχεσιν ἐκ διαδοχῆς ἐποιεῖτο.
彼らが戦う勇気を持てずにいたため、彼は毎日交代で城壁への攻撃を繰り返した。
§18.13.2ἀμυνομένων δὲ τῶν Μακεδόνων εὐρώστως πολλοὶ τῶν προπετῶς βιαζομένων Ἑλλήνων ἀπώλλυντο·
マケドニア人が力強く防戦したため、無謀に力攻めした多くのギリシア人が死亡した。
δυνάμεως γὰρ ἀξιολόγου κατὰ τὴν πόλιν οὔσης καὶ βελῶν παντοδαπῶν ἀφθονίας, ἔτι δὲ τείχους πολυτελοῦς κατεσκευασμένου ῥᾳδίως οἱ πολιορκούμενοι περιεγίνοντο.
というのも、町の中にはかなりの規模の軍勢がおり、あらゆる種類の飛び道具が豊富にあり、さらに強固な壁が建造されていたため、包囲されている者たちが容易に優位に立ったからである。
§18.13.3ὁ δὲ Λεωσθένης ἀπογνοὺς τὴν ἐκ βίας ἅλωσιν τῆς πόλεως τὰς ἀγομένας εἰς ταύτην ἀγορὰς παρῃρεῖτο, νομίζων ῥᾳδίως τῇ σιτοδείᾳ καταπολεμήσειν τοὺς ἐγκεκλεισμένους ἐν τῇ πόλει.
レオステネスは、力攻めによる町の攻略を諦め、そこへ運び込まれる物資を遮断した。 食糧不足によって、町の中に閉じ込められている者たちを容易に屈服させられると考えたからである。
κατεσκεύαζε δὲ καὶ τεῖχος καὶ τάφρον ὤρυττεν μεγάλην καὶ βαθεῖαν, εἴργων τοὺς πολιορκουμένους ἀπὸ τῆς ἐξόδου.
彼はまた、壁を築き、大きく深い濠を掘って、包囲されている者たちが出撃するのを防いだ。
§18.13.4μετὰ δὲ ταῦτα Αἰτωλοὶ μὲν ἀξιώσαντες τὸν Λεωσθένην διά τινας ἐθνικὰς χρείας κατὰ τὸ παρὸν ἀπελθεῖν ἐπʼ οἴκου πάντες ἐπανῆλθον εἰς τὴν Αἰτωλίαν·
その後、アイトリア人たちは特定の国民的用務のために差し当たり帰宅することをレオステネスに求め、全員がアイトリアへと帰還した。
οὕτως δὲ τῶν περὶ Ἀντίπατρον καταπονηθέντων καὶ τῆς πόλεως κινδυνευούσης ἁλῶναι διὰ τὴν προσδοκωμένην σιτοδείαν ἡ τύχη τι παράδοξον ἀπένειμε τοῖς Μακεδόσιν εὐκλήρημα.
このように、アンティパトロスとその周辺が苦境に陥り、予想される食糧不足のために町が陥落する危機に瀕していたとき、運命はマケドニア人に何とも予期せぬ幸運をもたらした。
§18.13.5τοῦ γὰρ Ἀντιπάτρου τοῖς τὰς τάφρους ὀρύττουσιν ἐπιθεμένου καὶ συμπλοκῆς γενομένης ὁ Λεωσθένης παραβοηθῶν τοῖς ἰδίοις καὶ πληγεὶς εἰς τὴν κεφαλὴν λίθῳ παραχρῆμα μὲν ἔπεσεν καὶ λιποψυχήσας εἰς τὴν παρεμβολὴν ἀπεκομίσθη, τῇ τρίτῃ δʼ ἡμέρᾳ τελευτήσαντος αὐτοῦ καὶ ταφέντος ἡρωικῶς διὰ τὴν ἐν τῷ πολέμῳ δόξαν ὁ μὲν δῆμος τῶν Ἀθηναίων τὸν ἐπιτάφιον ἔπαινον εἰπεῖν προσέταξεν Ὑπερείδῃ τῷ πρωτεύοντι τῶν ῥητόρων τῇ τοῦ λόγου δεινότητι καὶ τῇ κατὰ τῶν Μακεδόνων ἀλλοτριότητι·
というのも、アンティパトロスが濠を掘っている者たちに攻撃を仕掛け、戦闘が生じたとき、レオステネスは味方を救援しようとして、頭に石を打たれてただちに倒れ、意識を失って宿営地へと運び込まれた。 そして3日目に彼が息を引き取り、戦争における名声のゆえに英雄として葬られると、アテナイの民衆は追悼演説を行うことをヒュペレイデスに命じた。 彼は、演説の巧みさとマケドニア人への敵意において弁論家たちの第一人者であった。
§18.13.6κατʼ ἐκεῖνον γὰρ τὸν καιρὸν ὁ μὲν κορυφαῖος τῶν Ἀθήνησι ῥητόρων Δημοσθένης ἐπεφεύγει, καταδεδικασμένος ὡς εἰληφὼς τῶν Ἁρπαλείων χρημάτων.
というのも、その当時、アテナイの弁論家の筆頭であったデモステネスは、ハルパロスの資金を受け取ったとして有罪判決を受け、亡命していたからである。
ἀντὶ δὲ τοῦ Λεωσθένους κατεστάθη στρατηγὸς Ἀντίφιλος, ἀνὴρ συνέσει στρατηγικῇ καὶ ἀνδρείᾳ διαφέρων.
レオステネスの代わりに、将軍としての知性と勇敢さにおいて傑出した人物であるアンティフィロスが将軍に任命された。
καὶ τὰ μὲν κατὰ τὴν Εὐρώπην ἐν τούτοις ἦν.
そして、ヨーロッパにおける状況は、このような状態にあった。