§18.12.1Ἀντίπατρος δʼ ἀπολελειμμένος ὑπʼ Ἀλεξάνδρου στρατηγὸς τῆς Εὐρώπης ὡς ἐπύθετο τήν τε τοῦ βασιλέως ἐν Βαβυλῶνι τελευτὴν τήν τε τῶν σατραπειῶν διαίρεσιν, πρὸς μὲν Κρατερὸν εἰς Κιλικίαν διεπέμπετο παρακαλῶν τὴν ταχίστην βοηθῆσαι ʽοὗτος γὰρ προαπεσταλμένος εἰς Κιλικίαν ἤμελλε κατάγειν εἰς Μακεδονίαν τοὺς ἀπολελυμένους τῆς στρατείας Μακεδόνας, ὄντας ὑπὲρ τοὺς μυρίουσʼ, πρὸς δὲ Φιλώταν τὸν εἰληφότα σατραπείαν τὴν ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν, ὁμοίως ἀξιῶν καὶ τοῦτον βοηθῆσαι καὶ μίαν τῶν ἑαυτοῦ θυγατέρων συνοικιεῖν ἐπαγγελλόμενος.
亚历山大留下的欧洲统帅安提帕特,在获悉国王在巴比伦去世以及各总督领地分配的消息后,派人前往基利家的克拉特鲁斯处,敦促他尽快前来援助(因为此人已被预先派往基利家,准备将退役的一万多名马其顿士兵领回马其顿)。 同时,他也派人前往获得了赫勒斯滂弗里吉亚总督领地的菲罗塔斯处,同样请求他提供援助,并许诺将自己的一个女儿嫁给他。
§18.12.2πυθόμενος δὲ τὴν ὑπὸ τῶν Ἑλλήνων συνδρομὴν ἐπʼ αὐτὸν γεγενημένην, τῆς μὲν Μακεδονίας ἀπέλιπε στρατηγὸν Σίππαν, δοὺς στρατιώτας τοὺς ἱκανοὺς καὶ παραγγείλας στρατολογεῖν ὡς πλείστους·
在得知希腊人为对抗他而集结起来后,他留下西帕斯作为马其顿的统帅,给了他足够的士兵,并命令他尽可能多地征召士兵。
αὐτὸς δʼ ἀναλαβὼν Μακεδόνας μὲν μυρίους καὶ τρισχιλίους, ἱππεῖς δὲ ἑξακοσίους ʽἐσπάνιζε γὰρ ἡ Μακεδονία στρατιωτῶν πολιτικῶν διὰ τὸ πλῆθος τῶν ἀπεσταλμένων εἰς τὴν Ἀσίαν ἐπὶ διαδοχὴν τῆς στρατείασʼ ἀνέζευξεν ἐκ τῆς Μακεδονίας εἰς Θετταλίαν, συμπαραπλέοντος αὐτῷ τοῦ στόλου παντός, ὃν ἀπεσταλκὼς ἦν Ἀλέξανδρος παραπέμψοντα πλῆθος χρημάτων ἐκ τῶν βασιλικῶν θησαυρῶν εἰς τὴν Μακεδονίαν, οὐσῶν τῶν πασῶν τριήρων ἑκατὸν καὶ δέκα.
他自己则率领一万三千名马其顿步兵和六百名骑兵(因为由于派遣到亚洲作为远征交替的人数众多,马其顿正缺乏本国公民士兵),从马其顿出发前往色萨利,而整支舰队也与他一同并排航行,这支舰队是亚历山大派遣来将大量皇家国库的资金护送到马其顿的,全部三段舵船共计一百一十艘。
§18.12.3οἱ δὲ Θετταλοὶ τὸ μὲν πρῶτον συμμαχοῦντες τῷ Ἀντιπάτρῳ πολλοὺς καὶ ἀγαθοὺς ἱππεῖς ἐξέπεμψαν αὐτῷ· ὕστερον δʼ ὑπὸ τῶν Ἀθηναίων μεταπεισθέντες ἀφίππευσαν πρὸς Λεωσθένην καὶ μετὰ τῶν Ἀθηναίων ταχθέντες διεπολέμουν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας.
色萨利人起初与安提帕特结盟,并为他派遣了许多精锐骑兵;但后来在雅典人的劝说下,他们倒戈骑行去投奔莱奥斯提尼,并与雅典人一同列阵,为希腊人的自由而奋战。
§18.12.4μεγάλης δὲ δυνάμεως ταύτης τοῖς Ἀθηναίοις προσγεγενημένης οἱ μὲν Ἕλληνες ἐκράτουν πολὺ τῶν Μακεδόνων ὑπερέχοντες, ὁ δὲ Ἀντίπατρος μάχῃ λειφθεὶς καὶ τὸ λοιπὸν οὔτε παρατάξασθαι τολμῶν οὔτʼ εἰς τὴν Μακεδονίαν ἐπανελθεῖν ἀσφαλῶς δυνάμενος κατέφυγεν εἰς πόλιν Λάμιαν.
随着这支强大的军队加入到雅典人这一方,希腊人占据了绝对优势,极大地压制了马其顿人。 而安提帕特在战斗中被击败,此后既没有勇气再次列阵交战,又无法安全返回马其顿,于是逃入了拉米亚城。
ἐν ταύτῃ δὲ τὴν δύναμιν συνέχων καὶ τὰ τείχη κατασκευάζων, ἔτι δὲ παρασκευὰς ὅπλων καὶ καταπελτῶν καὶ σίτου ποιούμενος ἐκαραδόκει τοὺς ἀπὸ τῆς Ἀσίας συμμάχους.
在这座城市里,他维持着军队,修缮城墙,此外还准备武器、弹射器和粮食,企图等待来自亚洲的盟军。