Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.79.1-5.79.4

拉达曼迪斯的公正、萨尔佩冬与伊多墨纽斯

第 401 段,共 406 段 · 希腊语

内容简介

记述了拉达曼迪斯公正的审判与统治,以及他作为冥府判官的角色。此外,还提到其兄弟萨尔佩冬对吕基亚的征服,以及米诺斯的后代伊多墨纽斯和梅里奥奈斯在特洛伊战争中的功绩与英雄崇拜。

§5.79.1Ῥαδάμανθυν δὲ λέγουσι τάς τε κρίσεις πάντων δικαιοτάτας πεποιῆσθαι καὶ τοῖς λῃσταῖς καὶ ἀσεβέσι καὶ τοῖς ἄλλοις κακούργοις ἀπαραίτητον ἐπενηνοχέναι τιμωρίαν.
人们说,拉达曼迪斯作出了所有人中最公正的判决,并对强盗、不敬神者以及其他恶徒施加了无可逃脱的惩罚。
κατακτήσασθαι δὲ καὶ νήσους οὐκ ὀλίγας καὶ τῆς Ἀσίας πολλὴν τῆς παραθαλαττίου χώρας, ἁπάντων ἑκουσίως παραδιδόντων ἑαυτοὺς διὰ τὴν δικαιοσύνην.
他们还说,他征服了许多岛屿以及亚洲的大片沿海地区,因为所有人都因其正义而自愿归顺于他。
τὸν δὲ Ῥαδάμανθυν Ἐρύθρῳ μὲν ἑνὶ τῶν αὑτοῦ παίδων παραδοῦναι τὴν βασιλείαν τῶν διʼ ἐκεῖνον Ἐρυθρῶν ὀνομασθεισῶν, Οἰνοπίωνι δὲ τῷ Ἀριάδνης τῆς Μίνω Χίον ἐγχειρίσαι φασίν, ὃν ἔνιοι μυθολογοῦσι Διονύσου γενόμενον μαθεῖν παρὰ τοῦ πατρὸς τὰ περὶ τὴν οἰνοποιίαν.
据说,拉达曼迪斯将因他而得名的埃里特莱地区的王权交给了自己的儿子之一埃里特罗斯,并将希奥岛托付给米诺斯之女阿里亚德涅之子奥诺皮翁;关于奥诺皮翁,有人传说他是迪奥尼索斯所生,并从父亲那里学会了酿酒之法。
§5.79.2τῶν δʼ ἄλλων τῶν περὶ αὐτὸν ἡγεμόνων ἑκάστῳ νῆσον ἢ πόλιν δωρήσασθαι λέγουσι τὸν Ῥαδάμανθυν, Θόαντι μὲν Λῆμνον, Ἐνυεῖ δὲ Κύρνον, Σταφύλῳ δὲ Πεπάρηθον, Εὐάνθει δὲ Μαρώνειαν, Ἀλκαίῳ δὲ Πάρον, Ἀνίωνι δὲ Δῆλον, Ἀνδρεῖ δὲ τὴν ἀπʼ ἐκείνου κληθεῖσαν Ἄνδρον.
\n 至于他身边的其他领袖,人们说拉达曼迪斯给他们每人赠送了一个岛屿或一座城市:赐予托阿斯雷姆诺斯,赐予埃纽斯库尔诺斯,赐予斯塔菲洛斯佩帕雷托斯,赐予欧安特斯马罗尼亚,赐予阿尔凯奥斯帕罗斯,赐予阿尼翁得洛斯,赐予安德罗斯因他得名的安德罗斯岛。
διὰ δὲ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὸν δικαιοσύνης μεμυθολογῆσθαι δικαστὴν αὐτὸν ἀποδεδεῖχθαι καθʼ ᾅδου καὶ διακρίνειν τοὺς εὐσεβεῖς καὶ τοὺς πονηρούς.
由于他极度的正义,传说他在冥府被任命为判官,区分虔敬之人与邪恶之人。
τετευχέναι δὲ τῆς αὐτῆς τιμῆς καὶ τὸν Μίνω, βεβασιλευκότα νομιμώτατα καὶ μάλιστα δικαιοσύνης πεφροντικότα.
据说米诺斯也获得了同样的荣誉,因为他最守法地进行统治,且最注重正义。
§5.79.3τὸν δὲ τρίτον ἀδελφὸν Σαρπηδόνα φασὶ μετὰ δυνάμεως εἰς τὴν Ἀσίαν διαβάντα κατακτήσασθαι τοὺς περὶ Λυκίαν τόπους.
\n 至于第三个兄弟萨尔佩冬,据说他率领军队渡海来到亚洲,占领了吕基亚周围的地区。
Εὔανδρον δὲ γενόμενον υἱὸν αὐτοῦ διαδέξασθαι τὴν ἐν Λυκίᾳ βασιλείαν, καὶ γήμαντα Δηιδάμειαν τὴν Βελλεροφόντου τεκνῶσαι Σαρπηδόνα τὸν ἐπὶ Τροίαν μὲν στρατεύσαντα, ὑπό τινων δὲ Διὸς υἱὸν ὀνομαζόμενον.
他的儿子欧安德罗斯继承了吕基亚的王位,并娶了贝勒罗丰之女戴达米亚,生下了萨尔佩冬,即那个远征特洛伊、并被一些人称为宙斯之子的人。
§5.79.4Μίνῳ δέ φασιν υἱοὺς γενέσθαι Δευκαλίωνά τε καὶ Μόλον· καὶ Δευκαλίωνος μὲν Ἰδομενέα, Μόλου δὲ Μηριόνην ὑπάρξαι.
\n 据说,米诺斯生有儿子德乌卡里翁和莫洛斯;德乌卡里翁生有伊多墨纽斯,莫洛斯生有梅里奥奈斯。
τούτους δὲ ναυσὶν ἐνενήκοντα στρατεῦσαι μετʼ Ἀγαμέμνονος εἰς Ἴλιον, καὶ διασωθέντας εἰς τὴν πατρίδα τελευτῆσαι καὶ ταφῆς ἐπιφανοῦς ἀξιωθῆναι καὶ τιμῶν ἀθανάτων.
他们率领九十艘战船随阿伽门农远征伊利翁,安全返回祖国后去世,并获得了显赫的葬礼和不朽的荣誉。
καὶ τὸν τάφον αὐτῶν ἐν τῇ Κνωσῷ δεικνύουσιν, ἐπιγραφὴν ἔχοντα τοιάνδε, "Κνωσίου Ἰδομενῆος ὅρα τάφον.
在克诺索斯,人们指给行客看他们的坟墓,上面刻着如下的铭文:\n“看哪,这是克诺索斯人伊多墨纽斯的坟墓。
αὐτὰρ ἐγώ τοι πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου.
而我,莫洛斯之子梅里奥奈斯,就安葬在你的身旁。
" τούτους μὲν οὖν ὡς ἥρωας ἐπιφανεῖς τιμῶσιν οἱ Κρῆτες διαφερόντως, θύοντες καὶ κατὰ τοὺς ἐν τοῖς πολέμοις κινδύνους ἐπικαλούμενοι βοηθούς.
”\n因此,克里特人将他们作为显赫的英雄予以特别崇敬,不仅献祭,而且在战争遭遇危险时呼唤他们为援助者。

词汇与语法注释

  1. §5.79.1τῶν διʼ ἐκεῖνον Ἐρυθρῶν ὀνομασθεισῶν — 意为“因他而得名的埃里特莱(城邦/地区)”。此处省略了阴性复数名词(如 πόλεων“城市”),该属格短语修饰前面的 τὴν βασιλείαν(王权)。
  2. §5.79.1ὃν ἔνιοι μυθολογοῦσι Διονύσου γενόμενον μαθεῖν — 关系代词 ὃν 指代奥诺皮翁(Oenopion),作不定式 μαθεῖν 的主语(对格带不定式结构)。分词 γενόμενον 与 ὃν 在性、数、格上一致,并带有所属/起源属格 Διονύσου(源自迪奥尼索斯)。
  3. §5.79.2μεμυθολογῆσθαι δικαστὴν αὐτὸν ἀποδεδεῖχθαι — 双重不定式结构。对格带不定式短语 δικαστὴν αὐτὸν ἀποδεδεῖχθαι(他被任命为法官)作为无人称被动不定式 μεμυθολογῆσθαι(神话传说)的主语从句。
  4. §5.79.4αὐτὰρ ἐγώ τοι πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου — 构成墓志铭的诗行(扬抑抑格六音步)。τοι 是伦理与格,增添了“瞧、对你而言”的语气。ἵδρυμαι 是被动或中动语态,意为“(我)被安置/安葬”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.79.1-5.79.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.79.1-5.79.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。