Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.78.1-5.78.4

米诺斯及其兄弟的统治与结局

第 400 段,共 406 段 · 希腊语

内容简介

介绍了在诸神之后许多代出现的克里特英雄,特别是米诺斯、拉达曼迪斯和萨尔佩冬。重点叙述了长子米诺斯的建城、立法、掌握制海权等功绩,以及他在远征西西里时的最终归宿。

§5.78.1μετὰ δὲ τὰς τῶν θεῶν γενέσεις ὕστερον πολλαῖς γενεαῖς φασι γενέσθαι κατὰ τὴν Κρήτην ἥρωας οὐκ ὀλίγους, ὧν ὑπάρχειν ἐπιφανεστάτους τοὺς περὶ Μίνω καὶ Ῥαδάμανθυν καὶ Σαρπηδόνα.
在诸神诞生之后许多代,人们说在克里特诞生了许多英雄,其中最显赫的是米诺斯、拉达曼迪斯和萨尔佩冬。
τούτους γὰρ μυθολογοῦσιν ἐκ Διὸς γεγεννῆσθαι καὶ τῆς Ἀγήνορος Εὐρώπης, ἥν φασιν ἐπὶ ταύρου διακομισθῆναι προνοίᾳ θεῶν εἰς τὴν Κρήτην.
因为传说他们是宙斯与阿革诺耳之女欧罗巴所生,而欧罗巴据说是通过神明的眷顾,骑着一头公牛被带到克里特的。
§5.78.2Μίνω μὲν οὖν πρεσβύτατον ὄντα βασιλεῦσαι τῆς νήσου, καὶ κτίσαι πόλεις οὐκ ὀλίγας ἐν αὐτῇ, τούτων δʼ ἐπιφανεστάτας τρεῖς, Κνωσὸν μὲν ἐν τοῖς πρὸς τὴν Ἀσίαν νεύουσι μέρεσι τῆς νήσου, Φαιστὸν δʼ ἐπὶ θαλάττης ἐστραμμένην ἐπὶ μεσημβρίαν, Κυδωνίαν δʼ ἐν τοῖς πρὸς ἑσπέραν τόποις κατʼ ἀντικρὺ τῆς Πελοποννήσου.
米诺斯作为最长者统治了该岛,并在岛上建立了不少城市,其中最著名的有三座:克诺索斯位于该岛朝向亚洲的部分,淮斯托斯位于朝南临海之处,库多尼亚位于面向伯罗奔尼撒的西部地区。
§5.78.3θεῖναι δὲ καὶ νόμους τοῖς Κρησὶν οὐκ ὀλίγους, προσποιούμενον παρὰ Διὸς τοῦ πατρὸς λαμβάνειν, συνερχόμενον εἰς λόγους αὐτῷ κατά τι σπήλαιον.
他还为克里特人制定了许多法律,声称这些法律是他在某个洞窟中与父亲宙斯会谈时,从他那里得到的。
κτήσασθαι δὲ καὶ δύναμιν ναυτικὴν μεγάλην, καὶ τῶν τε νήσων τὰς πλείστας καταστρέψασθαι καὶ πρῶτον τῶν Ἑλλήνων θαλαττοκρατῆσαι.
此外,他还获得了一支强大的海军,征服了大部分岛屿,并在希腊人中第一个掌握了制海权。
§5.78.4μεγάλην δὲ δόξαν περιποιησάμενον ἐπʼ ἀνδρείᾳ καὶ δικαιοσύνῃ, καταστρέψαι τὸν βίον ἐν Σικελίᾳ κατὰ τὴν ἐπὶ Κώκαλον στρατείαν, περὶ ἧς τὰ κατὰ μέρος ἀνεγράψαμεν ὅτε τὰ περὶ Δαίδαλον ἀνεγράφομεν, διʼ ὃν καὶ τὴν στρατείαν συνέβη γενέσθαι.
在因勇敢和正义而赢得极高名声之后,他在对科卡洛斯的远征中于西西里结束了生命;关于这次远征,我们在记述代达罗斯的事迹时已经作了详细记载,也正是因为代达罗斯才导致了这次远征的发生。

词汇与语法注释

  1. 5.78.1ὧν ὑπάρχειν ἐπιφανεστάτους τοὺς περὶ Μίνω καὶ Ῥαδάμανθυν καὶ Σαρπηδόνα — 属格关系代词 ὧν 是指向先行词 ἥρωας 的部分属格。由于受到 φασί 引导的间接引语影响,该关系从句也采用了“对格+不定式”结构(主语为 τοὺς περὶ...,不定式为 ὑπάρχειν)。定冠词+περί+对格(τοὺς περὶ Μίνω...)这一惯用表达通常指“……的一伙人”,但在此处直接指代所列举的米诺斯、拉达曼迪斯与萨尔佩冬本人。
  2. 5.78.1ὕστερον πολλαῖς γενεαῖς — 与格 πολλαῖς γενεαῖς 是表示程度差异的与格(dative of measure of difference),修饰副词 ὕστερον,意为“(在许多代)之后”。
  3. 5.78.2Μίνω μὲν οὖν πρεσβύτατον ὄντα βασιλεῦσαι — 主句动词 φασί 的支配力量在此处依然延续,使得对格的 Μίνω 成为不定式 βασιλεῦσαι 的逻辑主语。现在分词 ὄντα 呈对格以与 Μίνω 一致,在此处起状语作用,表示原因(“因为是最长者”)。
  4. 5.78.4διʼ ὃν καὶ τὴν στρατείαν συνέβη γενέσθαι — “对格+不定式”结构 τὴν στρατείαν γενέσθαι(“远征得以发生”)作为无人称动词 συνέβη(“发生、结果是”)的主语。介词短语 διʼ ὃν 由介词 διά 和关系代词 ὅν 组成,其先行词为前文的代达罗斯(Δαίδαλον)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.78.1-5.78.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.78.1-5.78.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。