§5.79.1Ῥαδάμανθυν δὲ λέγουσι τάς τε κρίσεις πάντων δικαιοτάτας πεποιῆσθαι καὶ τοῖς λῃσταῖς καὶ ἀσεβέσι καὶ τοῖς ἄλλοις κακούργοις ἀπαραίτητον ἐπενηνοχέναι τιμωρίαν.
またラダマンテュスについては、すべての人に対して最も公正な裁判を行ったこと、そして盗賊や不敬な者、その他の悪人たちに対して免れがたい刑罰を科したことが言われている。
κατακτήσασθαι δὲ καὶ νήσους οὐκ ὀλίγας καὶ τῆς Ἀσίας πολλὴν τῆς παραθαλαττίου χώρας, ἁπάντων ἑκουσίως παραδιδόντων ἑαυτοὺς διὰ τὴν δικαιοσύνην.
また、多くの島々や、アジアの沿岸地域の大部分を獲得したとも言われているが、それは彼の正義のゆえに、すべての者が自発的に自分たちを委ねたからであった。
τὸν δὲ Ῥαδάμανθυν Ἐρύθρῳ μὲν ἑνὶ τῶν αὑτοῦ παίδων παραδοῦναι τὴν βασιλείαν τῶν διʼ ἐκεῖνον Ἐρυθρῶν ὀνομασθεισῶν, Οἰνοπίωνι δὲ τῷ Ἀριάδνης τῆς Μίνω Χίον ἐγχειρίσαι φασίν, ὃν ἔνιοι μυθολογοῦσι Διονύσου γενόμενον μαθεῖν παρὰ τοῦ πατρὸς τὰ περὶ τὴν οἰνοποιίαν.
そしてラダマンテュスは、彼自身の子供の一人であるエリュトロスに、彼にちなんでエリュトライと名付けられた地の王権を譲り渡し、ミノスの娘アリアドネの子であるオイノピオンにはキオスを委ねたと言われている。 このオイノピオンについては、ディオニュソスの子であり、父からワイン造りに関する事柄を学んだと神話で語る人々もいる。
§5.79.2τῶν δʼ ἄλλων τῶν περὶ αὐτὸν ἡγεμόνων ἑκάστῳ νῆσον ἢ πόλιν δωρήσασθαι λέγουσι τὸν Ῥαδάμανθυν, Θόαντι μὲν Λῆμνον, Ἐνυεῖ δὲ Κύρνον, Σταφύλῳ δὲ Πεπάρηθον, Εὐάνθει δὲ Μαρώνειαν, Ἀλκαίῳ δὲ Πάρον, Ἀνίωνι δὲ Δῆλον, Ἀνδρεῖ δὲ τὴν ἀπʼ ἐκείνου κληθεῖσαν Ἄνδρον.
\n また、彼の周りの他の指導者たちのそれぞれに、ラダマンテュスは島や都市を贈ったと言われている。 すなわち、トアスにはレムノスを、エニュエスにはキュルノスを、スタピュロスにはペパレトスを、ウアンテスにはマロネイアを、アルカイオスにはパロスを、アニオンにはデロスを、アンドレウスには彼にちなんで名付けられたアンドロスを(贈った)。
διὰ δὲ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὸν δικαιοσύνης μεμυθολογῆσθαι δικαστὴν αὐτὸν ἀποδεδεῖχθαι καθʼ ᾅδου καὶ διακρίνειν τοὺς εὐσεβεῖς καὶ τοὺς πονηρούς.
また、彼の正義が並外れていたため、冥府において彼が裁判官に任命され、敬虔な者たちと邪悪な者たちを裁き分けることになったという神話が作られた。
τετευχέναι δὲ τῆς αὐτῆς τιμῆς καὶ τὸν Μίνω, βεβασιλευκότα νομιμώτατα καὶ μάλιστα δικαιοσύνης πεφροντικότα.
またミノスも、極めて法にかない、何よりも正義を重んじて統治したことから、同じ名誉を得たとも言われている。
§5.79.3τὸν δὲ τρίτον ἀδελφὸν Σαρπηδόνα φασὶ μετὰ δυνάμεως εἰς τὴν Ἀσίαν διαβάντα κατακτήσασθαι τοὺς περὶ Λυκίαν τόπους.
\n そして、第三の兄弟であるサルペドンは、軍勢を率いてアジアへと渡り、リュキア周辺の地方を獲得したと言われている。
Εὔανδρον δὲ γενόμενον υἱὸν αὐτοῦ διαδέξασθαι τὴν ἐν Λυκίᾳ βασιλείαν, καὶ γήμαντα Δηιδάμειαν τὴν Βελλεροφόντου τεκνῶσαι Σαρπηδόνα τὸν ἐπὶ Τροίαν μὲν στρατεύσαντα, ὑπό τινων δὲ Διὸς υἱὸν ὀνομαζόμενον.
そして、彼の息子となったエウアンドロスがリュキアの王権を継承し、ベレロポンの娘デイダメイアと結婚してサルペドンをもうけた。 このサルペドンはトロイアへと遠征した者であり、一部の人々からはゼウスの息子と呼ばれている。
§5.79.4Μίνῳ δέ φασιν υἱοὺς γενέσθαι Δευκαλίωνά τε καὶ Μόλον·
\n また、ミノスにはデウカリオンとモロスという息子たちが生まれたと言われている。
καὶ Δευκαλίωνος μὲν Ἰδομενέα, Μόλου δὲ Μηριόνην ὑπάρξαι.
そしてデウカリオンにはイドメネウスが、モロスにはメリオネスが(息子として)いた。
τούτους δὲ ναυσὶν ἐνενήκοντα στρατεῦσαι μετʼ Ἀγαμέμνονος εἰς Ἴλιον, καὶ διασωθέντας εἰς τὴν πατρίδα τελευτῆσαι καὶ ταφῆς ἐπιφανοῦς ἀξιωθῆναι καὶ τιμῶν ἀθανάτων.
彼らは90隻の船を率いてアガメムノンとともにイリオンへと遠征し、無事に祖国へと帰還して亡くなり、立派な埋葬と不滅の栄誉を受けるに値するものとされた。
καὶ τὸν τάφον αὐτῶν ἐν τῇ Κνωσῷ δεικνύουσιν, ἐπιγραφὴν ἔχοντα τοιάνδε,
"Κνωσίου Ἰδομενῆος ὅρα τάφον.
そして彼らの墓はクノッソスに示されており、次のような碑文が刻まれている。 \n"クノッソスのイドメネウスの墓を見よ。
αὐτὰρ ἐγώ τοι πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου.
そして私は汝の近くに安置されている、モロスの子メリオネスである。
"
τούτους μὲν οὖν ὡς ἥρωας ἐπιφανεῖς τιμῶσιν οἱ Κρῆτες διαφερόντως, θύοντες καὶ κατὰ τοὺς ἐν τοῖς πολέμοις κινδύνους ἐπικαλούμενοι βοηθούς.
"\nそれゆえ、クレタ人たちは彼らを顕著な英雄として格別に崇めており、犠牲を捧げ、また戦争における危難の際には彼らに援助者として祈り求めている。