Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.76.1-5.76.4

古老的赫拉克勒斯传说与布里托马尔提斯的起源

第 398 段,共 406 段 · 希腊语

内容简介

本节叙述了远早于阿尔克墨涅之子的古老赫拉克勒斯神话及其与后世赫拉克勒斯的混淆,并进一步解释了女神布里托马尔提斯(迪克廷娜)的诞生和名字起源。

§5.76.1Ἡρακλέα δὲ μυθολογοῦσιν ἐκ Διὸς γενέσθαι παμπόλλοις ἔτεσι πρότερον τοῦ γεννηθέντος ἐξ Ἀλκμήνης.
神话说,赫拉克勒斯是宙斯所生,比阿尔克墨涅所生的那位要早极多年。
τοῦτον δὲ μητρὸς μὲν μὴ παρειληφέναι τίνος ἦν, αὐτὸ δὲ μόνον ὅτι ῥώμῃ σώματος πολὺ τῶν ἁπάντων διενεγκὼν ἐπῆλθε τὴν οἰκουμένην, κολάζων μὲν τοὺς ἀδίκους, ἀναιρῶν δὲ τὰ τὴν χώραν ἀοίκητον ποιοῦντα θηρία· πᾶσι δʼ ἀνθρώποις τὴν ἐλευθερίαν περιποιήσας ἀήττητος μὲν ἐγένετο καὶ ἄτρωτος, διὰ δὲ τὰς εὐεργεσίας ἀθανάτου τιμῆς ἔτυχε παρʼ ἀνθρώποις.
关于这位年长的赫拉克勒斯,人们并未传下他的母亲是谁,只传闻他凭借远超众人的身体力量游历了人居世界,惩罚不义之人,消灭那些使土地无法居住的野兽;他为所有人赢得了自由,成为无敌且刀枪不入之人,并因其恩泽在人类中获得了不朽的荣耀。
§5.76.2τὸν δʼ ἐξ Ἀλκμήνης Ἡρακλέα παντελῶς νεώτερον ὄντα, καὶ ζηλωτὴν γενόμενον τῆς τοῦ παλαιοῦ προαιρέσεως, διὰ τὰς αὐτὰς αἰτίας τυχεῖν τε τῆς ἀθανασίας καὶ χρόνων ἐγγενομένων διὰ τὴν ὁμωνυμίαν δόξαι τὸν αὐτὸν εἶναι, καὶ τὰς τοῦ προτέρου πράξεις εἰς τοῦτον μεταπεσεῖν, ἀγνοούντων τῶν πολλῶν τἀληθές.
相反,阿尔克墨涅所生的赫拉克勒斯完全是后世之人,他成为了那位古人志向的模仿者,并因同样的原因获得了不朽;随着时间的推移,由于同名的缘故,他被认为是同一个人,而前者的功绩也转移到了这位后世者的身上,因为大多数人并不了解真相。
ὁμολογοῦσι δὲ τοῦ παλαιοτέρου θεοῦ κατὰ τὴν Αἴγυπτον πράξεις τε καὶ τιμὰς ἐπιφανεστάτας διαμένειν καὶ πόλιν ὑπʼ ἐκείνου κτισθεῖσαν.
人们一致承认,那位更古老的神明在埃及留下了最显著的功绩与荣誉,以及一座由他建立的城市。
§5.76.3Βριτόμαρτιν δὲ τὴν προσαγορευομένην Δίκτυνναν μυθολογοῦσι γενέσθαι μὲν ἐν Καινοῖ τῆς Κρήτης ἐκ Διὸς καὶ Κάρμης τῆς Εὐβούλου τοῦ γεννηθέντος ἐκ Δήμητρος·
关于被称为迪克廷娜的布里托马尔提斯,神话说她出生于克里特的凯诺,是宙斯与卡尔美所生,卡尔美是德墨忒尔所生的欧布罗斯之女。
ταύτην δʼ εὑρέτιν γενομένην δικτύων τῶν εἰς κυνηγίαν προσαγορευθῆναι Δίκτυνναν, καὶ τὰς μὲν διατριβὰς ποιήσασθαι μετὰ τῆς Ἀρτέμιδος, ἀφʼ ἧς αἰτίας ἐνίους δοκεῖν τὴν αὐτὴν εἶναι Δίκτυννάν τε καὶ Ἄρτεμιν, θυσίαις δὲ καὶ ναῶν κατασκευαῖς τετιμῆσθαι παρὰ τοῖς Κρησὶ τὴν θεὸν ταύτην.
因为她发明了用于狩猎的网而被称为迪克廷娜,她与阿耳忒弥斯共同度过时光,因此有些人认为迪克廷娜与阿耳忒弥斯是同一人,而这位女神在克里特人中受到了祭祀和修建神庙的尊崇。
§5.76.4τοὺς δʼ ἱστοροῦντας αὐτὴν ὠνομάσθαι Δίκτυνναν ἀπὸ τοῦ συμφυγεῖν εἰς ἁλιευτικὰ δίκτυα, διωκομένην ὑπὸ Μίνω συνουσίας ἕνεκα, διημαρτηκέναι τῆς ἀληθείας·
然而,那些记载她因躲避米诺斯的求爱而逃入渔网,从而得名迪克廷娜的人,已经背离了事实。
οὔτε γὰρ τὴν θεὸν εἰς τοιαύτην ἀσθένειαν ἐλθεῖν πιθανὸν ὑπάρχειν ὥστε προσδεηθῆναι τῆς παρʼ ἀνθρώπων βοηθείας, τοῦ μεγίστου τῶν θεῶν οὖσαν θυγατέρα, οὔτε τῷ Μίνῳ δίκαιον προσάπτειν τοιαύτην ἀσέβειαν, παραδεδομένῳ συμφώνως δικαίαν προαίρεσιν καὶ βίον ἐπαινούμενον ἐζηλωκέναι.
因为,作为最伟大神明的女儿,这位女神落入需要人类帮助的如此软弱之境地,这既不可信;将这种不敬之罪归咎于米诺斯也是不公正的,因为人们一致传颂他追求正义的志向和令人称赞的生活。

词汇与语法注释

  1. §5.76.1αὐτὸ δὲ μόνον ὅτι — 在此处的 μητρὸς μὲν μὴ παρειληφέναι 对比中,出现了 αὐτὸ δὲ μόνον ὅτι。在 ὅτι 引导的从句之前,省略了表示“被传下来”的动词不定式(如 παραδεδόσθαι)。
  2. §5.76.2δόξαι τὸν αὐτὸν εἶναι, καὶ τὰς τοῦ προτέρου πράξεις εἰς τοῦτον μεταπεσεῖν — 不定式 δόξαι 和 μεταπεσεῖν(以及 τυχεῖν)以宾格的 τὸν δʼ ἐξ Ἀλκμήνης Ἡρακλέα 为逻辑主语。这些是不定式并列结构,由上下文所暗示的陈述或思考动词(如 φασί 或 μυθολογοῦσι)所支配。
  3. §5.76.3Κάρμης τῆς Εὐβούλου τοῦ γεννηθέντος ἐκ Δήμητρος — 属格 Εὐβούλου 是表示父名的属格,指明前述女性名字 Κάρμης 的父亲。随后的分词短语 τοῦ γεννηθέντος ἐκ Δήμητρος· 表明欧布罗斯是由德墨忒尔所生,在性、数、格上与 Εὐβούλου 一致。
  4. §5.76.4τοὺς δʼ ἱστοροῦντας ... διημαρτηκέναι — 宾格不定式结构中,分词 τοὺς ἱστοροῦντας 作为不定式 διημαρτηκέναι 的主语。该不定式受叙述中暗示的陈述、思考或作者断定的动词所支配。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.76.1-5.76.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.76.1-5.76.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。