Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.75.1-5.75.5

赫尔墨斯与狄奥尼索斯的功绩与起源

第 397 段,共 406 段 · 希腊语

内容简介

本段记述了赫尔墨斯对外交、交易、体育及里拉琴的发明,以及狄奥尼索斯对葡萄种植、酿酒法的发明及其在克里特岛诞生的证迹。

§5.75.1τῷ δʼ Ἑρμῇ προσάπτουσι τὰς ἐν τοῖς πολέμοις γινομένας ἐπικηρυκείας καὶ διαλλαγὰς καὶ σπονδὰς καὶ τὸ τούτων σύσσημον κηρύκειον, ὃ φορεῖν εἰώθασιν οἱ περὶ τῶν τοιούτων τοὺς λόγους ποιούμενοι καὶ διὰ τούτου τυγχάνοντες παρὰ τοῖς πολεμίοις ἀσφαλείας·
人们将战争中派使节交涉、和解、缔结条约以及作为这些事宜之信号的双蛇杖归功于赫尔墨斯,那些进行此类谈判的人习惯携带这种手杖,并由此在敌人中获得人身安全。
ὅθεν δὴ καὶ κοινὸν Ἑρμῆν ὠνομάσθαι, διὰ τὸ τὴν ὠφέλειαν ἀμφοτέροις εἶναι κοινὴν τοῖς ἐν τῷ πολέμῳ τὴν εἰρήνην μεταλαμβάνουσι.
正是因此,他也获得了“共同的赫尔墨斯”的称呼,因为对于在战争中分享和平的双方来说,这种益处是共同的。
§5.75.2φασὶ δʼ αὐτὸν καὶ μέτρα καὶ σταθμὰ καὶ τὰ διὰ τῆς ἐμπορίας κέρδη πρῶτον ἐπινοῆσαι καὶ τὸ λάθρᾳ τὰ τῶν ἄλλων σφετερίζεσθαι.
据说,他还是最早发明度量衡、商业贸易所得利润,以及暗中将他人财物据为己有的人。
παραδεδόσθαι δʼ αὐτὸν καὶ κήρυκα τῶν θεῶν, ἔτι δʼ ἄγγελον ἄριστον διὰ τὸ σαφῶς αὐτὸν ἕκαστα τῶν εἰς ἐντολὴν δοθέντων ἑρμηνεύειν·
传统还认为他是神明的传令官,更是一位极佳的使者,因为他能清晰地阐释每一项被托付的命令。
ἀφʼ οὗ καὶ τετευχέναι τῆς προσηγορίας αὐτὸν ταύτης, οὐχ εὑρετὴν τῶν ὀνομάτων καὶ λέξεων γενόμενον, ὥς τινές φασιν, ἀλλὰ τὸ τῆς ἀπαγγελίας ἄρτιον καὶ σαφὲς ἐκπεπονηκότα περιττότερον τῶν ἄλλων.
他也正是因此而获得了这个名字,这并非如某些人所说,是因为他发明了名字和词汇,而是因为他在传达的准确与清晰上比其他人下了更深的功夫。
§5.75.3εἰσηγητὴν δʼ αὐτὸν καὶ παλαίστρας γενέσθαι, καὶ τὴν ἀπὸ τῆς χελώνης λύραν ἐπινοῆσαι μετὰ τὴν Ἀπόλλωνος πρὸς Μαρσύαν σύγκρισιν, καθʼ ἣν λέγεται τὸν Ἀπόλλωνα νικήσαντα καὶ τιμωρίαν ὑπὲρ τὴν ἀξίαν λαβόντα παρὰ τοῦ λειφθέντος μεταμεληθῆναι, καὶ τὰς ἐκ τῆς κιθάρας χορδὰς ἐκρήξαντα μέχρι τινὸς χρόνου τῆς ἐν αὐτῇ μουσικῆς ἀποστῆναι.
据说,他也是摔跤场的引入者,并在阿波罗与马尔叙亚斯的竞技之后,用乌龟壳发明了里拉琴。 在那场竞技中,据说阿波罗虽然获胜,但因对失败者施加了超出其应得的残酷惩罚而感到后悔,于是扯断了基萨拉琴的琴弦,在一段时间内远离了与其相关的音乐。
§5.75.4Διόνυσον δὲ μυθολογοῦσιν εὑρετὴν γενέσθαι τῆς τʼ ἀμπέλου καὶ τῆς περὶ ταύτην ἐργασίας, ἔτι δʼ οἰνοποιίας καὶ τοῦ πολλοὺς τῶν ἐκ τῆς ὀπώρας καρπῶν ἀποθησαυρίζεσθαι καὶ τὰς χρείας καὶ τὰς τροφὰς παρέχεσθαι τοῖς ἀνθρώποις ἐπὶ πολὺν χρόνον.
神话说,狄奥尼索斯发明了葡萄藤及其种植技术,此外还发明了酿酒法,以及将许多秋季果实储存起来,从而长期为人类提供用途与营养。
τοῦτον δὲ τὸν θεὸν γεγονέναι φασὶν ἐκ Διὸς καὶ Φερσεφόνης κατὰ τὴν Κρήτην, ὃν Ὀρφεὺς κατὰ τὰς τελετὰς παρέδωκε διασπώμενον ὑπὸ τῶν Τιτάνων·
据说,这位神明是宙斯与珀耳塞福涅在克里特岛所生,俄耳甫斯在秘仪中传授了他被提坦神明们撕碎的故事。
πλείονας γὰρ Διονύσους συμβαίνει γεγονέναι, περὶ ὧν ἡμεῖς σαφέστερον τὰ κατὰ μέρος ἐν οἰκειοτέροις καιροῖς ἀναγεγράφαμεν.
因为实际上存在着多位狄奥尼索斯,关于他们,我们已在更合适的时机更清晰地详细记载了各自的事情。
§5.75.5οἱ δʼ οὖν Κρῆτες τῆς παρʼ αὐτοῖς γενέσεως τοῦ θεοῦ πειρῶνται σημεῖα φέρειν, λέγοντες ὅτι περὶ τὴν Κρήτην δύο νήσους κτίσας ἐπὶ τῶν καλουμένων διδύμων κόλπων Διονυσιάδας ἀφʼ ἑαυτοῦ προσηγόρευσεν, ὅπερ μηδαμοῦ τῆς οἰκουμένης αὐτὸν ἑτέρωθι πεποιηκέναι.
无论如何,克里特人试图提供这位神明在他们那里诞生的证据,声称他在克里特岛附近所谓的双子湾建立了两个岛屿,并以自己的名字将其命名为“狄奥尼西阿得斯”,而这在人居世界的其他任何地方都是他未曾做过的。

词汇与语法注释

  1. §5.75.1ὅθεν δὴ καὶ κοινὸν Ἑρμῆν ὠνομάσθαι — 间接引语的不定式(ὠνομάσθαι)被用于关系从句(ὅθεν)中。这表明该陈述并非作者的直接主张,而是被纳入了传统传说的框架(“据说……”)。
  2. §5.75.2οὐχ εὑρετὴν τῶν ὀνομάτων καὶ λέξεων γενόμενον... ἀλλὰ τὸ τῆς ἀπαγγελίας ἄρτιον καὶ σαφὲς ἐκπεπονηκότα — 宾格分词 γενόμενον 和 ἐκπεπονηκότα 在性、数、格上与不定式 τετευχέναι 的逻辑主语(宾格的 αὐτόν)保持一致。它们在此作为表示原因的状语分词(“并非因为他成为了……,而是因为他磨炼了……”)。
  3. §5.75.3καθʼ ἣν λέγεται τὸν Ἀπόλλωνα νικήσαντα καὶ τιμωρίαν ὑπὲρ τὴν ἀξίαν λαβόντα παρὰ τοῦ λειφθέντος μεταμεληθῆναι — 非人称句式 λέγεται(“据说”)后接宾格加不定式结构(τὸν Ἀπόλλωνα ... μεταμεληθῆναι)。分词 νικήσαντα 和 λαβόντα 在宾格上与不定式的逻辑主语 τὸν Ἀπόλλωνα 保持一致。
  4. §5.75.4τοῦ πολλοὺς τῶν ἐκ τῆς ὀπώρας καρπῶν ἀποθησαυρίζεσθαι καὶ τὰς χρείας καὶ τὰς τροφὰς παρέχεσθαι — 带属格冠词的不定式(τοῦ ... ἀποθησαυρίζεσθαι ... καὶ ... παρέχεσθαι)修饰名词 εὑρετήν(“发明者”)。前半部分被动不定式 ἀποθησαυρίζεσθαι 的逻辑主语是宾格的 πολλοὺς τῶν ... καρπῶν,后半部分的中动/被动不定式 παρέχεσθαι 同样共享该主语(即果实提供用途与营养),在并列结构中非常自然。
  5. §5.75.5ὅπερ μηδαμοῦ τῆς οἰκουμένης αὐτὸν ἑτέρωθι πεποιηκέναι — 间接引语中关系从句的不定式结构(ὅπερ ... πεποιηκέναι)。通常关系从句使用直陈式,但在间接引语(由 λέγοντες ὅτι... 支配)的影响下,关系从句中的动词也被同化为带宾格主语(αὐτόν)的不定式,反映了古典时期的文体惯例。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.75.1-5.75.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.75.1-5.75.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。