§5.77.1πλοῦτον δὲ γενέσθαι φασὶν ἐν Τριπόλῳ τῆς Κρήτης ἐκ Δήμητρος καὶ Ἰασίωνος, διττῶς ἱστορουμένης αὐτοῦ τῆς γενέσεως.
此外,人们说普路托斯出生于克里特的特里波罗斯,是德墨忒尔与伊阿西翁所生,关于他的诞生有两种传闻。
οἱ μὲν γάρ φασι τὴν γῆν σπαρεῖσαν ὑπὸ Ἰασίωνος καὶ τυγχάνουσαν ἐπιμελείας τῆς προσηκούσης ἀνεῖναι τοσοῦτο πλῆθος καρπῶν, ὥστε τοὺς ἰδόντας ἴδιον ὄνομα θέσθαι τῷ πλήθει τῶν γενομένων καρπῶν καὶ προσαγορεῦσαι πλοῦτον· διὸ καὶ τοῖς ἐπιγινομένοις παραδόσιμον γενέσθαι τὸ τοὺς πλείω τῶν ἱκανῶν κτησαμένους ἔχειν πλοῦτον.
一些人说,被伊阿西翁播种并得到适当照料的土地结出了如此丰盛的庄稼,以至于看到的人给这丰收的庄稼起了一个独特的名字,称之为“普路托斯”(财富);因此,对于后世的人们来说,那些获得超出需要之物的人“拥有普路托斯”便成了一种传统。
§5.77.2ἔνιοι δὲ μυθολογοῦσιν ἐκ Δήμητρος καὶ Ἰασίωνος γενέσθαι παῖδα Πλοῦτον ὀνομαζόμενον, ὃν πρῶτον ἐπιμέλειαν βίου καὶ χρημάτων ἀθροισμὸν καὶ φυλακὴν εἰσηγήσασθαι, τῶν πρὸ τοῦ πάντων ὀλιγώρως ἐχόντων περὶ τὸ σωρεύειν καὶ τηρεῖν ἐπιμελῶς χρημάτων πλῆθος.
但另一些人则传说,德墨忒尔和伊阿西翁生下了一个名叫普路托斯的孩子,他是第一个引入对生活的规划、财产的积累和保护的人,而在此之前的所有人都对细心积累和保管大量财产疏于关照。
§5.77.3περὶ μὲν οὖν τῶν θεῶν οἱ Κρῆτες τῶν παρʼ αὐτοῖς λεγομένων γεννηθῆναι τοιαῦτα μυθολογοῦσι· τὰς δὲ τιμὰς καὶ θυσίας καὶ τὰς περὶ τὰ μυστήρια τελετὰς ἐκ Κρήτης εἰς τοὺς ἄλλους ἀνθρώπους παραδεδόσθαι λέγοντες τοῦτο φέρουσιν, ὡς οἴονται, μέγιστον τεκμήριον· τήν τε γὰρ παρʼ Ἀθηναίοις ἐν Ἐλευσῖνι γινομένην τελετήν, ἐπιφανεστάτην σχεδὸν οὖσαν ἁπασῶν, καὶ τὴν ἐν Σαμοθρᾴκῃ καὶ τὴν ἐν Θρᾴκῃ ἐν τοῖς Κίκοσιν, ὅθεν ὁ καταδείξας Ὀρφεὺς ἦν, μυστικῶς παραδίδοσθαι, κατὰ δὲ τὴν Κρήτην ἐν Κνωσῷ νόμιμον ἐξ ἀρχαίων εἶναι φανερῶς τὰς τελετὰς ταύτας πᾶσι παραδίδοσθαι, καὶ τὰ παρὰ τοῖς ἄλλοις ἐν ἀπορρήτῳ παραδιδόμενα παρʼ αὐτοῖς μηδένα κρύπτειν τῶν βουλομένων τὰ τοιαῦτα γινώσκειν.
那么,关于据传在他们那里诞生的诸神,克里特人便讲述了这样的神话;他们说,对神明的崇敬、祭祀以及与秘仪相关的典礼都是从克里特传给其他人的,并提出了在他们看来最大的证据:即在雅典人中于厄琉息斯举行的典礼(这几乎是所有典礼中最显赫的一个)、在萨莫色雷斯举行的典礼,以及在色雷斯基科内斯人中舉行的典礼(倡导这些典礼的奥非斯即来自该地),都是秘密传授的;而在克里特的克诺索斯,自古以来的规矩就是公开向所有人传授这些典礼,且在其他地方秘密传授的事情,在他们那里绝不向任何想要了解此类事物的人隐瞒。
§5.77.4τῶν γὰρ θεῶν φασι τοὺς πλείστους ἐκ τῆς Κρήτης ὁρμηθέντας ἐπιέναι πολλὰ μέρη τῆς οἰκουμένης, εὐεργετοῦντας τὰ γένη τῶν ἀνθρώπων καὶ μεταδιδόντας ἑκάστοις τῆς ἐκ τῶν ἰδίων εὑρημάτων ὠφελείας.
因为他们说,大多数神明都是从克里特出发,游历了人居世界的许多地方,给人类各族带来恩泽,并向各族分享各自发明所带来的益处。
Δήμητραν μὲν γὰρ περαιωθεῖσαν εἰς τὴν Ἀττικὴν ἐκεῖθεν εἰς Σικελίαν ἀπᾶραι, καὶ μετὰ ταῦτʼ εἰς Αἴγυπτον· ἐν δὲ τούτοις τοῖς τόποις μάλιστα τὸν τοῦ σίτου καρπὸν παραδοῦσαν καὶ τὰ περὶ τὸν σπόρον διδάξασαν μεγάλων τιμῶν τυχεῖν παρὰ τοῖς εὖ παθοῦσιν.
德墨忒尔在渡海前往阿提卡后,从那里出发前往西西里,随后又前往埃及;她通过在这些地方传授庄稼的果实并讲授播种的知识,在受益者中获得了巨大的荣誉。
§5.77.5ὁμοίως δʼ Ἀφροδίτην ἐνδιατρῖψαι τῆς μὲν Σικελίας περὶ τὸν Ἔρυκα, τῶν δὲ νήσων περὶ Κύθηρα καὶ Πάφον τῆς Κύπρου, τῆς δὲ Ἀσίας περὶ τὴν Συρίαν· διὰ δὲ τὴν ἐπιφάνειαν καὶ τὴν ἐπὶ πλέον ἐπιδημίαν αὐτῆς τοὺς ἐγχωρίους ἐξιδιάζεσθαι τὴν θεόν, καλοῦντας Ἀφροδίτην Ἐρυκίνην καὶ Κυθέρειαν καὶ Παφίαν, ἔτι δὲ καὶ Συρίαν.
同样,阿佛洛狄忒在西西里的埃里克斯、群岛中的库忒拉、塞浦路斯的帕福斯,以及亚洲的叙利亚附近逗留;因为她的显露和较为长期的居住,当地的居民将这位女神据为己有,称她为埃里克斯阿佛洛狄忒、库忒里亚、帕菲亚,乃至叙利亚女神。
§5.77.6ὡσαύτως δὲ τὸν μὲν Ἀπόλλωνα πλεῖστον χρόνον φανῆναι περὶ Δῆλον καὶ Λυκίαν καὶ Δελφούς, τὴν δʼ Ἄρτεμιν περὶ τὴν Ἔφεσον καὶ τὸν Πόντον, ἔτι δὲ τὴν Περσίδα καὶ τὴν Κρήτην· διόπερ §5.77.7ἀπὸ τῶν τόπων ἢ πράξεων τῶν παρʼ ἑκάστοις συντελεσθεισῶν τὸν μὲν Δήλιον καὶ Λύκιον καὶ Πύθιον ὀνομάζεσθαι, τὴν δʼ Ἐφεσίαν καὶ Κρησίαν, ἔτι δὲ Ταυροπόλον καὶ Περσίαν, ἀμφοτέρων ἐν Κρήτῃ γεγεννημένων.
同样地,阿波罗在德洛斯、吕基亚和德尔斐附近显现的时间最长,而阿耳忒弥斯则在埃斐索斯、蓬托斯,以及波斯和克里特附近显现;因此,根据在各地完成的地点或行为,阿波罗被称为德洛斯、吕基亚和皮提奥斯,而阿耳忒弥斯则被称为埃斐索斯、克里特,乃至陶罗波洛斯和波斯女神,尽管他们两个都是在克里特出生的。
§5.77.8τιμᾶται δὲ καὶ παρὰ τοῖς Πέρσαις ἡ θεὸς αὕτη διαφερόντως, καὶ μυστήρια ποιοῦσιν οἱ βάρβαροι, συντελούμενα παρʼ ἑτέροις μέχρι τῶν νῦν χρόνων Ἀρτέμιδι Περσίᾳ.
这位女神在波斯人中也受到了格外的尊崇,这些异邦人还为波斯的阿耳忒弥斯举行秘仪,而这些仪式在其他地方也一直举行到今天。
παραπλήσια δὲ μυθολογοῦσι καὶ περὶ τῶν ἄλλων θεῶν, περὶ ὧν ἡμῖν ἀναγράφειν μακρὸν ἂν εἴη, τοῖς δʼ ἀναγινώσκουσι παντελῶς ἀσύνοπτον.
关于其他神明,他们也讲述了类似的传说,但对我们来说一一记载将过于冗长,对读者而言也会显得完全杂乱无章。