Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.74.1-5.74.6

诸神对文字与冶金等技艺的发明

第 396 段,共 406 段 · 希腊语

内容简介

本节阐述了诸神带给人类的各种文化与技术发现的起源,包括缪斯发明的文字与诗歌、赫菲斯托斯发明的金属冶炼技术、阿瑞斯发明的武器,以及阿波罗与阿斯克勒庇俄斯发明的医学和弓术。

§5.74.1ταῖς δὲ Μούσαις δοθῆναι παρὰ τοῦ πατρὸς τὴν τῶν γραμμάτων εὕρεσιν καὶ τὴν τῶν ἐπῶν σύνθεσιν τὴν προσαγορευομένην ποιητικήν.
据说,缪斯女神被她们的父亲赋予了字母的发明和被称为诗歌的诗句创作。
πρὸς δὲ τοὺς λέγοντας, ὅτι Σύροι μὲν εὑρεταὶ τῶν γραμμάτων εἰσί, παρὰ δὲ τούτων Φοίνικες μαθόντες τοῖς Ἕλλησι παραδεδώκασιν, οὗτοι δʼ εἰσὶν οἱ μετὰ Κάδμου πλεύσαντες εἰς τὴν Εὐρώπην, καὶ διὰ τοῦτο τοὺς Ἕλληνας τὰ γράμματα Φοινίκεια προσαγορεύειν, φασὶ τοὺς Φοίνικας οὐκ ἐξ ἀρχῆς εὑρεῖν, ἀλλὰ τοὺς τύπους τῶν γραμμάτων μεταθεῖναι μόνον, καὶ τῇ τε γραφῇ ταύτῃ τοὺς πλείστους τῶν ἀνθρώπων χρήσασθαι καὶ διὰ τοῦτο τυχεῖν τῆς προειρημένης προσηγορίας.
而针对那些声称叙利亚人是字母的发明者、腓尼基人从他们那里学到并传给希腊人(这些腓尼基人即是与卡德摩斯一同航行到欧洲的人)、且因此希腊人将字母称为“腓尼基字母”的说法,人们则反驳说,腓尼基人并非从一开始就发明了字母,而只是改变了字母的形状,由于大多数人使用了这种书写方式,因此它才获得了上述名称。
§5.74.2Ἥφαιστον δὲ λέγουσιν εὑρετὴν γενέσθαι τῆς περὶ τὸν σίδηρον ἐργασίας ἁπάσης καὶ τῆς περὶ τὸν χαλκὸν καὶ χρυσὸν καὶ ἄργυρον καὶ τῶν ἄλλων ὅσα τὴν ἐκ τοῦ πυρὸς ἐργασίαν ἐπιδέχεται, καὶ τὰς ἄλλας δὲ χρείας τὰς τοῦ πυρὸς ἁπάσας προσεξευρεῖν καὶ παραδοῦναι τοῖς τε τὰς τέχνας ἐργαζομένοις καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις·
据说,赫菲斯托斯发明了所有关于铁、铜、金、银以及其他一切可进行火工加工之物的冶炼技术,并且他还进一步发现了火的所有其他用途,并将其传授给从事手艺的人以及所有其他人类。
§5.74.3διόπερ οἱ τῶν τεχνῶν τούτων δημιουργοὶ τὰς εὐχὰς καὶ θυσίας τούτῳ τῷ θεῷ μάλιστα ποιοῦσι, καὶ τὸ πῦρ οὗτοί τε καὶ πάντες ἄνθρωποι προσαγορεύουσιν Ἥφαιστον, εἰς μνήμην καὶ τιμὴν ἀθάνατον τιθέμενοι τὴν ἐξ ἀρχῆς τῷ κοινῷ βίῳ δεδομένην εὐεργεσίαν.
因此,这些手艺的工匠们主要向这位神明祈祷和献祭,并且他们和所有人类都将火称为“赫菲斯托斯”,以此将最初赋予共同生活的恩惠置于不朽的纪念与荣耀之中。
§5.74.4τὸν Ἄρην δὲ μυθολογοῦσι πρῶτον κατασκευάσαι πανοπλίαν καὶ στρατιώτας καθοπλίσαι καὶ τὴν ἐν ταῖς μάχαις ἐναγώνιον ἐνέργειαν εἰσηγήσασθαι, φονεύοντα τοὺς ἀπειθοῦντας τοῖς θεοῖς.
神话说,阿瑞斯最先制造了全套盔甲并武装了士兵,引入了战场上的竞技活动,并杀死那些不顺从神明的人。
§5.74.5Ἀπόλλωνα δὲ τῆς κιθάρας εὑρετὴν ἀναγορεύουσι καὶ τῆς κατʼ αὐτὴν μουσικῆς· ἔτι δὲ τὴν ἰατρικὴν ἐπιστήμην ἐξενεγκεῖν διὰ τῆς μαντικῆς τέχνης γινομένην, διʼ ἧς τὸ παλαιὸν συνέβαινε θεραπείας τυγχάνειν τοὺς ἀρρωστοῦντας· εὑρετὴν δὲ καὶ τοῦ τόξου γενόμενον διδάξαι τοὺς ἐγχωρίους τὰ περὶ τὴν τοξείαν, ἀφʼ ἧς αἰτίας μάλιστα παρὰ τοῖς Κρησὶν ἐζηλῶσθαι τὴν τοξικὴν καὶ τὸ τόξον Κρητικὸν ὀνομασθῆναι.
人们宣告阿波罗是里拉琴(基萨拉琴)及与其相伴的音乐的发明者;此外,他还通过占卜之术带来了医学科学,在古代,病患们常常通过这种方式获得治疗;由于他也是弓的发明者,他向当地居民传授了关于射箭的知识,因此在克里特人中,射箭运动尤其受到热烈追求,而这种弓也被命名为克里特弓。
§5.74.6Ἀπόλλωνος δὲ καὶ Κορωνίδος Ἀσκληπιὸν γενηθέντα, καὶ πολλὰ παρὰ τοῦ πατρὸς τῶν εἰς ἰατρικὴν μαθόντα, προσεξευρεῖν τήν τε χειρουργίαν καὶ τὰς τῶν φαρμάκων σκευασίας καὶ ῥιζῶν δυνάμεις, καὶ καθόλου προβιβάσαι τὴν τέχνην ἐπὶ τοσοῦτον, ὥστε ὡς ἀρχηγὸν αὐτῆς καὶ κτίστην τιμᾶσθαι.
据说,阿斯克勒庇俄斯是阿波罗与科罗妮丝之子,他从父亲那里学到了许多关于医学的知识,并进一步发明了外科手术、药物配制以及草药根茎的功效,且总体上将这门艺术推进到如此高度,以至于他被尊为该艺术的奠基人和创立者。

词汇与语法注释

  1. 5.74.1πρὸς δὲ τοὺς λέγοντας... φασὶ — 以介词短语 πρὸς δὲ τοὺς λέγοντας(对于那些声称……的人)开头,随后的 ὅ词从句阐述了这些人的观点。主句动词 φασὶ(他们说)的发出者在语境中是指克里特人或神话作家,它引导了一个间接引语,以宾格 τοὺς Φοίνικας(腓尼基人)为主语,后接一系列不定式(εὑρεῖν, μεταθεῖναι, χρήσασθαι, τυχεῖν)。需要理清这一针对他人观点的反驳结构。
  2. 5.74.5ἔτι δὲ τὴν ἰατρικὴν ἐπιστήμην ἐξενεγκεῖν διὰ τῆς μαντικῆς τέχνης γινομένην — 不定式 ἐξενεγκεῖν(带来、产生)依赖于前文的 φασὶ 或 ἀναγορεύουσι。分词 γινομένην(进行、产生)修饰 τὴν ἰατρικὴν ἐπιστήμην(医学知识),意为“通过占卜之术进行的医学知识”,在构词上体现了古代医学与神谕占卜术之间不可分割的联系。
  3. 5.74.6Ἀπόλλωνος δὲ καὶ Κορωνίδος Ἀσκληπιὸν γενηθέντα... προσεξευρεῖν — 分词 γενηθέντα(出生)是与宾格主语 Ἀσκληπιὸν 一致的同格分词,而非属格独立结构。属格 Ἀπόλλωνος δὲ καὶ Κορωνίδος 作为来源属格修饰 γενηθέντα,表示“诞生于阿波罗与科罗妮丝之下的阿斯克勒庇俄斯”。这构成了长宾格不定式结构骨架,并导向后面的不定式 προσεξευρεῖν 和 προβιβάσαι。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.74.1-5.74.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.74.1-5.74.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。