§5.75.1τῷ δʼ Ἑρμῇ προσάπτουσι τὰς ἐν τοῖς πολέμοις γινομένας ἐπικηρυκείας καὶ διαλλαγὰς καὶ σπονδὰς καὶ τὸ τούτων σύσσημον κηρύκειον, ὃ φορεῖν εἰώθασιν οἱ περὶ τῶν τοιούτων τοὺς λόγους ποιούμενοι καὶ διὰ τούτου τυγχάνοντες παρὰ τοῖς πολεμίοις ἀσφαλείας·
ヘルメスに対しては、戦争中に行われる軍使の派遣や和解、条約、およびこれらの合図となる伝令杖が帰せられている。 この伝令杖は、そのような事柄について交渉を行う人々が携行する習慣があり、これによって彼らは敵の間で安全を得るのである。
ὅθεν δὴ καὶ κοινὸν Ἑρμῆν ὠνομάσθαι, διὰ τὸ τὴν ὠφέλειαν ἀμφοτέροις εἶναι κοινὴν τοῖς ἐν τῷ πολέμῳ τὴν εἰρήνην μεταλαμβάνουσι.
このことから、まさしく「共同のヘルメス」とも呼ばれた。 それは、戦争の中で平和を分かち合う双方にとって、その便益が共通のものとなるからである。
§5.75.2φασὶ δʼ αὐτὸν καὶ μέτρα καὶ σταθμὰ καὶ τὰ διὰ τῆς ἐμπορίας κέρδη πρῶτον ἐπινοῆσαι καὶ τὸ λάθρᾳ τὰ τῶν ἄλλων σφετερίζεσθαι.
また人々は、彼が度量衡や交易による利益を最初に考案し、他人の財産を密かに我が物とすることをも考案したと言っている。
παραδεδόσθαι δʼ αὐτὸν καὶ κήρυκα τῶν θεῶν, ἔτι δʼ ἄγγελον ἄριστον διὰ τὸ σαφῶς αὐτὸν ἕκαστα τῶν εἰς ἐντολὴν δοθέντων ἑρμηνεύειν·
また、彼が神々の伝令であり、さらには最も優れた使者として伝えられてきたと言っているが、それは彼が命令された事柄のそれぞれを明瞭に説明するからである。
ἀφʼ οὗ καὶ τετευχέναι τῆς προσηγορίας αὐτὸν ταύτης, οὐχ εὑρετὴν τῶν ὀνομάτων καὶ λέξεων γενόμενον, ὥς τινές φασιν, ἀλλὰ τὸ τῆς ἀπαγγελίας ἄρτιον καὶ σαφὲς ἐκπεπονηκότα περιττότερον τῶν ἄλλων.
このことから、彼はこの名前を得るに至った。 これは、一部の人々が言うように、彼が名前や言葉の発明者となったからではなく、報告の正確さと明瞭さを他よりも格段に磨き上げたからである。
§5.75.3εἰσηγητὴν δʼ αὐτὸν καὶ παλαίστρας γενέσθαι, καὶ τὴν ἀπὸ τῆς χελώνης λύραν ἐπινοῆσαι μετὰ τὴν Ἀπόλλωνος πρὸς Μαρσύαν σύγκρισιν, καθʼ ἣν λέγεται τὸν Ἀπόλλωνα νικήσαντα καὶ τιμωρίαν ὑπὲρ τὴν ἀξίαν λαβόντα παρὰ τοῦ λειφθέντος μεταμεληθῆναι, καὶ τὰς ἐκ τῆς κιθάρας χορδὰς ἐκρήξαντα μέχρι τινὸς χρόνου τῆς ἐν αὐτῇ μουσικῆς ἀποστῆναι.
また、彼が体育場の先駆者ともなり、アポロンとマルシュアスの対決の後に、亀の甲羅から竪琴を考案したとも言われている。 その対決において、アポロンは勝利したものの、敗者から不相応に過酷な報復を奪ったことを後悔し、キタラの弦を引きちぎって、しばらくの間、キタラによる音楽から遠ざかったと言われている。
§5.75.4Διόνυσον δὲ μυθολογοῦσιν εὑρετὴν γενέσθαι τῆς τʼ ἀμπέλου καὶ τῆς περὶ ταύτην ἐργασίας, ἔτι δʼ οἰνοποιίας καὶ τοῦ πολλοὺς τῶν ἐκ τῆς ὀπώρας καρπῶν ἀποθησαυρίζεσθαι καὶ τὰς χρείας καὶ τὰς τροφὰς παρέχεσθαι τοῖς ἀνθρώποις ἐπὶ πολὺν χρόνον.
また、ディオニュソスについては、葡萄とその栽培の技術、さらには製ワイン法、および秋の果実の多くを貯蔵して、人々に長期間にわたってその実用と栄養を提供することを最初に発明した、と神話は語っている。
τοῦτον δὲ τὸν θεὸν γεγονέναι φασὶν ἐκ Διὸς καὶ Φερσεφόνης κατὰ τὴν Κρήτην, ὃν Ὀρφεὺς κατὰ τὰς τελετὰς παρέδωκε διασπώμενον ὑπὸ τῶν Τιτάνων·
この神は、クレタにおいてゼウスとペルセポネから生まれたと言われており、オルペウスは秘儀の中で、彼がタイタンたちによって引き裂かれたと伝えている。
πλείονας γὰρ Διονύσους συμβαίνει γεγονέναι, περὶ ὧν ἡμεῖς σαφέστερον τὰ κατὰ μέρος ἐν οἰκειοτέροις καιροῖς ἀναγεγράφαμεν.
というのも、複数のディオニュソスが存在したからであり、それらについては、我々がより適切な機会に個別の詳細をより明確に記述している。
§5.75.5οἱ δʼ οὖν Κρῆτες τῆς παρʼ αὐτοῖς γενέσεως τοῦ θεοῦ πειρῶνται σημεῖα φέρειν, λέγοντες ὅτι περὶ τὴν Κρήτην δύο νήσους κτίσας ἐπὶ τῶν καλουμένων διδύμων κόλπων Διονυσιάδας ἀφʼ ἑαυτοῦ προσηγόρευσεν, ὅπερ μηδαμοῦ τῆς οἰκουμένης αὐτὸν ἑτέρωθι πεποιηκέναι.
とにかくクレタ人たちは、この神が自分たちの地で誕生したことの証拠を示そうとして、彼がクレタの近海にある、いわゆる双子湾に二つの島を築き、自らにちなんでディオニュシアデス島と名付けたと言っており、このようなことは彼が居住世界の他のどこにおいても行っていないことである、と主張している。