§5.6.1περὶ δὲ τῶν κατοικησάντων ἐν αὐτῇ πρώτων Σικανῶν, ἐπειδή τινες τῶν συγγραφέων διαφωνοῦσιν, ἀναγκαῖόν ἐστι συντόμως εἰπεῖν.
然而,关于最早居住在该岛的西坎尼人,由于一些历史学家意见不一,因此有必要简要地说明一下。
Φίλιστος μὲν γάρ φησιν ἐξ Ἰβηρίας αὐτοὺς ἀποικισθέντας κατοικῆσαι τὴν νῆσον, ἀπό τινος Σικανοῦ ποταμοῦ κατʼ Ἰβηρίαν ὄντος τετευχότας ταύτης τῆς προσηγορίας, Τίμαιος δὲ τὴν ἄγνοιαν τούτου τοῦ συγγραφέως ἐλέγξας ἀκριβῶς ἀποφαίνεται τούτους αὐτόχθονας εἶναι·
因为菲利斯托斯说,他们是从伊比利亚迁移并定居在该岛的,因伊比利亚境内一条名为西坎纳斯的河流而获得了这一名称;而蒂迈欧则在严密驳斥了这位历史学家的无知之后,声称他们是土著居民。
πολλὰς δʼ αὐτοῦ φέροντος ἀποδείξεις τῆς τούτων ἀρχαιότητος, οὐκ ἀναγκαῖον ἡγούμεθα περὶ τούτων διεξιέναι.
尽管蒂迈欧为他们的古老性提供了许多证据,但我们认为没有必要对此进行详细的阐述。
§5.6.2οἱ δʼ οὖν Σικανοὶ τὸ παλαιὸν κωμηδὸν ᾤκουν, ἐπὶ τῶν ὀχυρωτάτων λόφων τὰς πόλεις κατασκευάζοντες διὰ τοὺς λῃστάς· οὐ γὰρ ἦσαν ὑπὸ μίαν ἡγεμονίαν βασιλέως τεταγμένοι, κατὰ πόλιν δὲ ἑκάστην εἷς ἦν ὁ δυναστεύων.
总之,西坎尼人古时按村落居住,为了防范强盗,他们将城市建立在最坚固的山丘之上;因为他们并没有被置于单一君主的统治之下,而是每个城市都有一位统治者。
§5.6.3καὶ τὸ μὲν πρῶτον ἅπασαν τὴν νῆσον κατῴκουν, καὶ τὴν χώραν ἐργαζόμενοι τὰς τροφὰς εἶχον· ὕστερον δὲ τῆς Αἴτνης ἐν πλείοσι τόποις ἀναφυσήματα πυρὸς ἀνείσης, καὶ πολλοῦ κατὰ τὴν χώραν ῥύακος ἐκχυθέντος, συνέβη φθαρῆναι τῆς γῆς ἐπὶ πολὺν τόπον.
起初,他们居住在整座岛上,耕作土地以获取食物;但后来,随着埃特纳火山在多处喷发出烈火,大量的熔岩流溢入该地区,导致大片土地遭到毁坏。
ἐπʼ ἔτη δὲ πλείω τοῦ πυρὸς ἐπινεμομένου πολλὴν χώραν, φοβηθέντες τὰ μὲν πρὸς ἕω κεκλιμένα τῆς Σικελίας ἐξέλιπον, εἰς δὲ τὰ πρὸς δυσμὰς νεύοντα μετῴκησαν.
由于大火在许多年里蔓延了许多土地,他们感到恐惧,便放弃了西西里面朝东部的地区,迁往偏向西部的地区。
τὸ δὲ τελευταῖον πολλαῖς γενεαῖς ὕστερον ἐκ τῆς Ἰταλίας τὸ τῶν Σικελῶν ἔθνος πανδημεὶ περαιωθὲν εἰς τὴν Σικελίαν, τὴν ὑπὸ τῶν Σικανῶν ἐκλειφθεῖσαν χώραν κατῴκησαν.
最后,在许多代之后,西库里人举族从意大利渡海来到西西里,定居在被西坎尼人遗弃的土地上。
§5.6.4ἀεὶ δὲ τῇ πλεονεξίᾳ προβαινόντων τῶν Σικελῶν, καὶ τὴν ὅμορον πορθούντων, ἐγένοντο πόλεμοι πλεονάκις αὐτοῖς πρὸς τοὺς Σικανούς, ἕως συνθήκας ποιησάμενοι συμφώνους ὅρους ἔθεντο τῆς χώρας· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
由于西库里人总是因贪欲而扩张,并掠夺邻近的领土,他们与西坎尼人之间频繁发生战争,直到他们达成协议并确立了领土的边界;关于这些事情的细节,我们将在适当的历史时期予以记载。
§5.6.5ὕσταται δʼ ἀποικίαι τῶν Ἑλλήνων ἐγένοντο κατὰ τὴν Σικελίαν ἀξιόλογοι καὶ πόλεις παρὰ θάλατταν ἐκτίσθησαν.
最后,希腊人在西西里进行了值得瞩目的殖民活动,并且在沿海地区建立了城市。
ἀναμιγνύμενοι δʼ ἀλλήλοις καὶ διὰ τὸ πλῆθος τῶν καταπλεόντων Ἑλλήνων τήν τε διάλεκτον αὐτῶν ἔμαθον καὶ ταῖς ἀγωγαῖς συντραφέντες τὸ τελευταῖον τὴν βάρβαρον διάλεκτον ἅμα καὶ τὴν προσηγορίαν ἠλλάξαντο, Σικελιῶται προσαγορευθέντες.
由于他们与希腊人相互融合,且因驶来的希腊人人数众多,他们学会了希腊人的语言,并在其生活方式中共同成长,最终同时改变了他们野蛮的语言和名称,被人们称为西西里人。