§5.5.1περὶ δὲ τῆς κατὰ τὴν Κόρην ἁρπαγῆς, ὅτι γέγονεν ὡς προειρήκαμεν, πολλοὶ τῶν ἀρχαίων συγγραφέων καὶ ποιητῶν μεμαρτυρήκασι.
关于科莱被绑架一事,正如我们前面所说的那样,许多古代历史学家和诗人都作了见证。
καρκίνος μὲν γὰρ ὁ τῶν τραγῳδιῶν ποιητής, πλεονάκις ἐν ταῖς Συρακούσαις παρεπιδεδημηκὼς καὶ τὴν τῶν ἐγχωρίων τεθεαμένος σπουδὴν περὶ τὰς θυσίας καὶ πανηγύρεις τῆς τε Δήμητρος καὶ Κόρης, κατεχώρισεν ἐν τοῖς ποιήμασι τούσδε τοὺς στίχους· "λέγουσι Δήμητρός ποτʼ ἄρρητον κόρην Πλούτωνα κρυφίοις ἁρπάσαι βουλεύμασι, δῦναί τε γαίας εἰς μελαμφαεῖς μυχούς, πόθῳ δὲ μητέρʼ ἠφανισμένης κόρης μαστῆρʼ ἐπελθεῖν πᾶσαν ἐν κύκλῳ χθόνα. καὶ τὴν μὲν Αἰτναίοισι Σικελίαν πάγοις πυρὸς γέμουσαν ῥεύμασιν δυσεμβόλοις πᾶσαν στενάξαι, πένθεσιν δὲ παρθένου σίτων ἄμοιρον διοτρεφὲς φθίνειν γένος. ὅθεν θεὰς τιμῶσιν εἰς τὰ νῦν ἔτι. "
因为悲剧诗人卡尔基诺斯,因经常旅居在叙拉古,并亲眼目睹了当地人对德墨忒尔和科莱的祭祀与节日的虔诚热忱,于是在他的诗作中写入了以下诗行: “人们说,普鲁托曾以秘密的计谋,绑架了德墨忒尔那不可言说的女儿,并降入大地黑光粼粼的深处;而母亲因对失踪女儿的思念,作为搜寻者,巡游了周围的整片土地;且西西里全境在埃特纳的山峰上,因充满难以接近的烈火洪流而呻吟,因对少女的哀悼,那神明抚育的、缺乏谷物的人类种族渐趋消亡;因此,他们直到如今仍崇敬着这两位女神。
§5.5.2οὐκ ἄξιον δὲ παραλιπεῖν τῆς θεοῦ ταύτης τὴν ὑπερβολὴν τῆς εἰς τοὺς ἀνθρώπους εὐεργεσίας· χωρὶς γὰρ τῆς εὑρέσεως τοῦ σίτου τήν τε κατεργασίαν αὐτοῦ τοὺς ἀνθρώπους ἐδίδαξε καὶ νόμους εἰσηγήσατο καθʼ οὓς δικαιοπραγεῖν εἰθίσθησαν, διʼ ἣν αἰτίαν φασὶν αὐτὴν θεσμοφόρον ἐπονομασθῆναι.
” 此外,我们不应忽略这位女神对人类的极大的恩惠;因为除了发现谷物之外,她还教授了人们如何加工谷物,并引入了法律,使人们习惯于依法行事。 他们说,由于这个原因,她被冠以“忒斯摩福罗斯”的称号。
§5.5.3τούτων δὲ τῶν εὑρημάτων οὐκ ἄν τις ἑτέραν εὐεργεσίαν εὕροι μείζονα· καὶ γὰρ τὸ ζῆν καὶ τὸ καλῶς ζῆν περιέχουσι.
在这些发明中,人们无法找到比这更大的恩惠了;因为它们既包含了生存,也包含了美好地生活。
περὶ μὲν οὖν τῶν μυθολογουμένων παρὰ τοῖς Σικελιώταις ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.
因此,关于西西里人所流传的神话,我们就以已叙述的内容为足。