§5.6.1περὶ δὲ τῶν κατοικησάντων ἐν αὐτῇ πρώτων Σικανῶν, ἐπειδή τινες τῶν συγγραφέων διαφωνοῦσιν, ἀναγκαῖόν ἐστι συντόμως εἰπεῖν.
しかし、この島に最初に定住したシカノイ人については、歴史家たちの中に意見の相違があるため、簡潔に述べる必要がある。
Φίλιστος μὲν γάρ φησιν ἐξ Ἰβηρίας αὐτοὺς ἀποικισθέντας κατοικῆσαι τὴν νῆσον, ἀπό τινος Σικανοῦ ποταμοῦ κατʼ Ἰβηρίαν ὄντος τετευχότας ταύτης τῆς προσηγορίας, Τίμαιος δὲ τὴν ἄγνοιαν τούτου τοῦ συγγραφέως ἐλέγξας ἀκριβῶς ἀποφαίνεται τούτους αὐτόχθονας εἶναι·
というのも、フィリストスは、彼らがイベリアから移住してこの島に定住したのだとし、イベリアにあるシカノスという名の川にちなんでこの名称を得たのだと言っているが、ティマイオスはこの歴史家の無知を厳密に論駁し、彼らが土着の先住民であると主張しているからである。
πολλὰς δʼ αὐτοῦ φέροντος ἀποδείξεις τῆς τούτων ἀρχαιότητος, οὐκ ἀναγκαῖον ἡγούμεθα περὶ τούτων διεξιέναι.
ティマイオスは彼らの古さを示す多くの証拠を挙げているが、我々はこれらについて詳細に論じる必要はないと考えている。
§5.6.2οἱ δʼ οὖν Σικανοὶ τὸ παλαιὸν κωμηδὸν ᾤκουν, ἐπὶ τῶν ὀχυρωτάτων λόφων τὰς πόλεις κατασκευάζοντες διὰ τοὺς λῃστάς·
ともかく、シカノイ人は古くは村落ごとに住んでおり、略奪者を防ぐために極めて堅固な丘の上に町を築いていた。
οὐ γὰρ ἦσαν ὑπὸ μίαν ἡγεμονίαν βασιλέως τεταγμένοι, κατὰ πόλιν δὲ ἑκάστην εἷς ἦν ὁ δυναστεύων.
というのも、彼らは一人の王の支配下に組織されていたわけではなく、それぞれの町に一人の支配者がいたからである。
§5.6.3καὶ τὸ μὲν πρῶτον ἅπασαν τὴν νῆσον κατῴκουν, καὶ τὴν χώραν ἐργαζόμενοι τὰς τροφὰς εἶχον· ὕστερον δὲ τῆς Αἴτνης ἐν πλείοσι τόποις ἀναφυσήματα πυρὸς ἀνείσης, καὶ πολλοῦ κατὰ τὴν χώραν ῥύακος ἐκχυθέντος, συνέβη φθαρῆναι τῆς γῆς ἐπὶ πολὺν τόπον.
そして、当初は島全体に住み、土地を耕作して食糧を得ていたが、後にアイトネ山が多くの場所から火を噴き出し、多くの溶岩の流れが土地に溢れ出たため、土地の大部分が荒廃するに至った。
ἐπʼ ἔτη δὲ πλείω τοῦ πυρὸς ἐπινεμομένου πολλὴν χώραν, φοβηθέντες τὰ μὲν πρὸς ἕω κεκλιμένα τῆς Σικελίας ἐξέλιπον, εἰς δὲ τὰ πρὸς δυσμὰς νεύοντα μετῴκησαν.
何年もの間、火が多くの土地を侵食したため、彼らは恐れてシケリアの東に面した地域を去り、西に傾く地域へと移住した。
τὸ δὲ τελευταῖον πολλαῖς γενεαῖς ὕστερον ἐκ τῆς Ἰταλίας τὸ τῶν Σικελῶν ἔθνος πανδημεὶ περαιωθὲν εἰς τὴν Σικελίαν, τὴν ὑπὸ τῶν Σικανῶν ἐκλειφθεῖσαν χώραν κατῴκησαν.
そして最後に、何世代も後になって、イタリアからシケロイ人の部族が挙ってシケリアに渡り、シカノイ人によって放棄されていた土地に定住した。
§5.6.4ἀεὶ δὲ τῇ πλεονεξίᾳ προβαινόντων τῶν Σικελῶν, καὶ τὴν ὅμορον πορθούντων, ἐγένοντο πόλεμοι πλεονάκις αὐτοῖς πρὸς τοὺς Σικανούς, ἕως συνθήκας ποιησάμενοι συμφώνους ὅρους ἔθεντο τῆς χώρας·
シケロイ人は常により多くを求めて進み、隣接する土地を略奪したので、合意を形成して土地の境界を定めるまで、彼らとシカノイ人の間で度々戦争が起こった。
περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
これらについては、適切な時期において詳細を記録することとする。
§5.6.5ὕσταται δʼ ἀποικίαι τῶν Ἑλλήνων ἐγένοντο κατὰ τὴν Σικελίαν ἀξιόλογοι καὶ πόλεις παρὰ θάλατταν ἐκτίσθησαν.
そして最後に、ギリシア人の特筆すべき植民がシケリアで行われ、海沿いに都市が建設された。
ἀναμιγνύμενοι δʼ ἀλλήλοις καὶ διὰ τὸ πλῆθος τῶν καταπλεόντων Ἑλλήνων τήν τε διάλεκτον αὐτῶν ἔμαθον καὶ ταῖς ἀγωγαῖς συντραφέντες τὸ τελευταῖον τὴν βάρβαρον διάλεκτον ἅμα καὶ τὴν προσηγορίαν ἠλλάξαντο, Σικελιῶται προσαγορευθέντες.
彼らは互いに混ざり合い、また渡来するギリシア人の多さのゆえに彼らの言語を学び、彼らの生き方のもとでともに育ち、最後には未開の言語と名称を同時に変更し、シケリオタイと呼ばれるようになった。