§5.7.1ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως εἰρηκότες μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰς νήσους τὰς ὀνομαζομένας Αἰολίδας.
由于我们对这些事已经做了充分的阐述,现在我们将把话题转到被称为埃奥利安的群岛上。
αὗται δʼ εἰσὶ τὸν μὲν ἀριθμὸν ἑπτά, προσηγορίας δʼ ἔχουσι ταύτας, Στρογγύλη καὶ Εὐώνυμος, ἔτι δὲ Διδύμη καὶ Φοινικώδης καὶ Ἐρικώδης, πρὸς δὲ τούτοις Ἱερὰ Ἡφαίστου καὶ Λιπάρα,
这些岛屿在数量上共有七座,它们的名称如下:斯特龙格莱、尤奥尼莫斯,此外还有迪迪梅、菲尼科德斯和埃里科德斯,除这些之外,还有赫菲斯托斯的圣岛和利帕拉。
§5.7.2καθʼ ἣν ὁμώνυμος πόλις καθίδρυται.
在利帕拉岛上建立了一座同名的城市。
κεῖνται δʼ αὗται μεταξὺ Σικελίας καὶ Ἰταλίας ἐπʼ εὐθείας ἀπὸ πορθμοῦ καὶ τῆς πρὸς ἕω πρὸς δύσιν.
这些岛屿位于西西里和意大利之间,从海峡起呈东西向直线排列。
ἀπέχουσι δὲ τῆς Σικελίας ὡς ἑκατὸν πεντήκοντα σταδίους, καὶ τὸ μέγεθός εἰσιν ἀλλήλαις παραπλήσιαι· ἡ δὲ μεγίστη αὐτῶν ἐστι τὴν περίμετρον σταδίων ὡς ἑκατὸν πεντήκοντα.
它们距离西西里大约一百五十斯塔迪翁,且在面积上彼此非常接近;其中最大的一座周长约为一百五十斯塔迪翁。
§5.7.3αὗται δὲ πᾶσαι πυρὸς ἐσχήκασιν ἀναφυσήματα μεγάλα, ὧν κρατῆρες οἱ γεγενημένοι καὶ τὰ στόμια μέχρι τοῦ νῦν εἰσι φανερά.
这些岛屿全都曾发生过剧烈的烈火喷发,由此形成的火山口及其喷出口至今依然清晰可见。
ἐν δὲ τῇ Στρογγύλῃ καὶ τῇ Ἱερᾷ μέχρι τοῦ νῦν ἐκ τῶν χασμάτων ἐκπίπτει πνεύματος μέγεθος καὶ βρόμος ἐξαίσιος· ἐκφυσᾶται δὲ καὶ ἅμμος καὶ λίθων διαπύρων πλῆθος, καθάπερ ἔστιν ὁρᾶν καὶ περὶ τὴν Αἴτνην γινόμενον.
而在斯特龙格莱和圣岛上,直到今天仍有巨量的气流和异常巨大的轰鸣声从地缝中喷涌而出;同时还喷出沙子和大量炽热的石块,正如人们在埃特纳火山周围所看到的那样。
§5.7.4λέγουσι γάρ τινες ἐκ τούτων τῶν νήσων ὑπονόμους εἶναι κατὰ γῆς μέχρι τῆς Αἴτνης καὶ τοῖς ἐπʼ ἀμφότερα στομίοις συνημμένους· διὸ καὶ κατὰ τὸ πλεῖστον ἐναλλὰξ κάεσθαι τοὺς ἐν ταύταις ταῖς νήσοις κρατῆρας τῶν κατὰ τὴν Αἴτνην.
因为有人说,从这些岛屿有地底通道一直通往埃特纳火山,并且与两端的喷出口相连;因此在很大程度上,这些岛屿上的火山口与埃特纳火山的火山口是交替燃烧的。
§5.7.5φασὶ δὲ τὰς Αἰόλου νήσους τὸ μὲν παλαιὸν ἐρήμους γεγονέναι, μετὰ δὲ ταῦτα τὸν ὀνομαζόμενον Λίπαρον, Αὔσονος ὄντα τοῦ βασιλέως υἱόν, ὑπὸ τῶν ἀδελφῶν καταστασιασθῆναι, κυριεύσαντα δὲ νεῶν μακρῶν καὶ στρατιωτῶν ἐκ τῆς Ἰταλίας φυγεῖν εἰς τὴν ἀπὸ τούτου Λιπάραν ὀνομασθεῖσαν· ἐν ταύτῃ δὲ τὴν ἐπώνυμον αὑτοῦ πόλιν κτίσαι, καὶ τὰς ἄλλας νήσους τὰς προειρημένας γεωργῆσαι.
他们还说,埃奥洛斯群岛在古时候是荒无人烟的,但在此之后,一位名叫利帕罗斯的人(他是奥索恩国王的儿子)遭到他兄弟们的排挤,在掌控了战船和士兵后,从意大利逃到了以他的名字命名的利帕拉岛;并在此岛上建立了他同名的城市,耕作了前述的其他岛屿。
§5.7.6τούτου δὲ γεγηρακότος Αιὄλον τὸν Ἱππότου μετά τινων παραβαλόντα εἰς τὴν Λιπάραν τὴν τοῦ Λιπάρου θυγατέρα γῆμαι Κυάνην· καὶ τοὺς λαοὺς κοινῇ μετὰ τῶν ἐγχωρίων πολιτεύεσθαι ποιήσας ἐβασίλευσε τῆς νήσου.
在利帕罗斯年老时,希波忒斯之子埃奥洛斯与一些同伴来到了利帕拉,娶了利帕罗斯的女儿库阿内为妻;他让自己的民众与当地居民共同参与政务,统治了该岛。
τῷ δὲ Λιπάρῳ τῆς Ἰταλίας ἐπιθυμοῦντι συγκατεσκεύασεν αὐτῷ τοὺς περὶ τὸ Σύρρεντον τόπους, ὅπου βασιλεύσας καὶ μεγάλης ἀποδοχῆς τυχὼν ἐτελεύτησε· ταφεὶς δὲ μεγαλοπρεπῶς τιμῶν ἔτυχεν ἡρωικῶν παρὰ τοῖς ἐγχωρίοις.
对于渴望回到意大利的利帕罗斯,埃奥洛斯协助他夺取了苏连托周围的地区,利帕罗斯在那里统治并深受爱戴,直至去世;他被隆重地安葬,并获得了当地居民给予的英雄崇拜。
§5.7.7ὁ δʼ Αἰόλος οὗτός ἐστι πρὸς ὃν μυθολογοῦσι τὸν Ὀδυσσέα κατὰ τὴν πλάνην ἀφικέσθαι.
这位埃奥洛斯就是神话中奥德修斯在流浪期间所拜访的那个人。
γενέσθαι δʼ αὐτόν φασιν εὐσεβῆ καὶ δίκαιον, ἔτι δὲ καὶ πρὸς τοὺς ξένους φιλάνθρωπον· πρὸς δὲ τούτοις τὴν τῶν ἱστίων χρείαν τοῖς ναυτικοῖς ἐπεισηγήσασθαι, καὶ ἀπὸ τῆς τοῦ πυρὸς προσημασίας παρατετηρηκότα προλέγειν τοὺς ἐγχωρίους ἀνέμους εὐστόχως, ἐξ οὗ ταμίαν αὐτὸν εἶναι τῶν ἀνέμων ὁ μῦθος ἀνέδειξε· διὰ δὲ τὴν ὑπερβολὴν τῆς εὐσεβείας φίλον τῶν θεῶν ὀνομασθῆναι.
据说他虔诚且正直,而且对陌生人十分友善;此外,他还向水手们引入了船帆的使用,并通过对火光预兆的仔细观察,准确地向当地人预报了风向,神话也因此昭示了他作为风之支配者的身份;而且因为他极度的虔诚,他被称为众神之友。