Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.50.1-5.50.7

色雷斯人定居纳克索斯与布忒斯之死

第 372 段,共 406 段 · 希腊语

内容简介

阐述了纳克索斯岛(旧称斯特隆居莱)的起源,讲述首批定居者色雷斯人布忒斯因缺乏妇女而进行劫掠,因强抢狄奥尼索斯的乳母克罗尼斯而遭神惩发狂而死。随后,余下的色雷斯人绑架了伊菲美狄亚和潘克拉蒂斯,并立阿加萨梅诺斯为王。

§5.50.1ἐπεὶ δὲ περὶ τῆς Σαμοθρᾴκης διήλθομεν, ἀκολούθως καὶ περὶ τῆς Νάξου διέξιμεν.
既然我们已经探讨了萨莫色雷斯,接下来便依序阐述纳克索斯。
αὕτη γὰρ ἡ νῆσος τὸ μὲν πρῶτον προσηγορεύετο Στρογγύλη, ᾤκησαν δʼ αὐτὴν πρῶτοι Θρᾷκες διά τινας τοιαύτας αἰτίας.
因为这座岛最初被称为斯特隆居莱,而最早在此定居的是色雷斯人,其原因如下。
§5.50.2μυθολογοῦνται Βορέου γενέσθαι παῖδες Βούτης καὶ Λυκοῦργος οὐχ ὁμομήτριοι· τὸν δὲ Βούτην ὄντα νεώτερον ἐπιβουλεῦσαι τἀδελφῷ, καὶ καταφανῆ γενόμενον ἕτερον μὲν μηδὲν παθεῖν ὑπὸ τοῦ Λυκούργου, πρόσταγμα δὲ λαβεῖν ὅπως μετὰ τῶν συνεπιβουλευσάντων λαβὼν πλοῖα ζητῇ χώραν ἑτέραν εἰς κατοίκησιν.
神话记载,玻瑞阿斯生有儿子布忒斯和莱库格斯,二人并非同母所生;布忒斯作为弟弟,对哥哥密谋不轨,当阴谋败露时,他虽未受到莱库格斯的任何其他惩罚,却受到命令,要他率领同谋者乘船去寻找另一片土地以供定居。
§5.50.3διόπερ τὸν Βούτην μετὰ τῶν συνεγκαλουμένων Θρᾳκῶν ἐκπλεύσαντα καὶ διὰ τῶν Κυκλάδων νήσων κομιζόμενον κατασχεῖν τὴν Στρογγύλην νῆσον, καὶ ἐν ταύτῃ κατοικοῦντα λῄζεσθαι πολλοὺς τῶν παραπλεόντων.
因此,布忒斯与一同受到指控的色雷斯人一起启航,穿过基克拉泽斯群岛,占领了斯特隆居莱岛,并在岛上定居,劫掠了许多乘船经过的人。
σπανίζοντας δὲ γυναικῶν περιπλέοντας ἁρπάζειν ἀπὸ τῆς χώρας γυναῖκας.
但由于缺乏妇女,他们便在四周航行,从陆地上强抢妇女。
§5.50.4τῶν μὲν οὖν Κυκλάδων νήσων αἱ μὲν ὁλοσχερῶς ἔρημοι ὑπῆρχον, αἱ δʼ ὀλίγοις οἰκούμεναι·
在基克拉泽斯群岛中,有些岛屿完全荒无人烟,有些则只有少数居民。
διόπερ πορρωτέρω πλευσάντων αὐτῶν, καὶ ἀπὸ μὲν τῆς Εὐβοίας ἀποκρουσθέντων, τῇ δὲ Θετταλίᾳ προσενεχθέντων, οἱ περὶ τὸν Βούτην ἀποβάντες ἐπὶ τὴν χώραν περιέτυχον ταῖς Διονύσου τροφοῖς περὶ τὸ καλούμενον Δρίος τῷ θεῷ ὀργιαζούσαις ἐν τῇ Φθιώτιδι Ἀχαΐᾳ.
因此,当他们航行得更远,虽被从优卑亚击退,却漂流到了色萨利时,布忒斯和他的同伙登陆该地,在弗西奥蒂斯阿哈伊亚一个叫作德里奥斯的地方附近,碰到了正为该神举行狂欢仪式的狄奥尼索斯的乳母们。
§5.50.5ὁρμησάντων δὲ τῶν περὶ τὸν Βούτην, αἱ μὲν ἄλλαι ῥίψασαι τὰ ἱερὰ εἰς θάλατταν ἔφυγον, αἱ δʼ εἰς ὄρος τὸ καλούμενον Δρίος· κορωνίδα δʼ ἁρπαγεῖσαν συναναγκασθῆναι τῷ Βούτῃ συνοικῆσαι.
当布忒斯的一伙人冲上前去时,其中一些妇女将圣物扔进海里并逃跑,另一些则逃到了被称为德里奥斯的山上;但克罗尼斯被抢走,并被强迫与布忒斯同居。
ἐπὶ δὲ τῇ ἁρπαγῇ καὶ τῇ ὕβρει χαλεπῶς φέρουσαν ἐπικαλέσασθαι τὸν Διόνυσον βοηθῆσαι αὐτῇ.
她对这起劫掠和侮辱感到愤恨,便呼求狄奥尼索斯来帮助她。
τὸν δὲ μανίαν ἐμβαλεῖν τῷ Βούτῃ, καὶ διὰ τοῦτο παρακόψαντα ῥῖψαι ἑαυτὸν εἴς τι φρέαρ καὶ τελευτῆσαι.
该神向布忒斯施加了疯狂,因此他丧失理智,将自己投进了一口井中而死。
§5.50.6οἱ δʼ ἄλλοι Θρᾷκες ἑτέρας τινὰς γυναῖκας ἥρπασαν, ἐπιφανεστάτας δὲ τήν τε Ἀλωέως γυναῖκα Ἰφιμέδειαν καὶ τὴν θυγατέρα αὐτῆς Παγκράτιν· λαβόντες δʼ αὐτὰς ἀπέπλευσαν εἰς τὴν Στρογγύλην.
其余的色雷斯人抢走了其他一些妇女,其中最著名的是阿洛乌斯的妻子伊菲美狄亚和她的女儿潘克拉蒂斯;他们带着她们,航行回了斯特隆居莱。
οἱ δὲ Θρᾷκες ἀντὶ τοῦ Βούτου κατέστησαν βασιλέα τῆς νήσου Ἀγασσαμενόν, καὶ τὴν Ἀλωέως θυγατέρα Παγκράτιν κάλλει διαφέρουσαν συνῴκισαν αὐτῷ·
色雷斯人立阿加萨梅诺斯为该岛的国王以代替布忒斯,并将阿洛乌斯那美貌出众的女儿潘克拉蒂斯嫁给了他。
§5.50.7πρὸ γὰρ τῆς τούτου αἱρέσεως οἱ ἐπιφανέστατοι τῶν ἡγεμόνων Σικελὸς καὶ Ἑκήτορος ὑπὲρ τῆς Παγκράτιδος ἐρίσαντες ἀλλήλους ἀνεῖλον.
因为在他被选立之前,领袖中最显赫的西克洛斯和赫克托罗斯为了潘克拉蒂斯发生争执,互相杀死了对方。
ὁ δὲ Ἀγασσαμενὸς ὕπαρχον ἕνα τῶν φίλων καταστήσας συνῴκισεν αὐτῷ τὴν Ἰφιμέδειαν.
而阿加萨梅诺斯则任命他的一位朋友为副官,将伊菲美狄亚嫁给了他。

词汇与语法注释

  1. §5.50.2τὸν δὲ Βούτην — 该宾格与接下来的不定式 `ἐπιβουλεῦσαι`(以及 `παθεῖν` 和 `λαβεῖν`)构成了宾格加不定式结构(间接引语),由本节开头的动词 `μυθολογοῦνται`(据神话记载……)所支配。
  2. §5.50.4πλευσάντων αὐτῶν — 三个分词 `πλευσάντων`(与 `αὐτῶν` 连用)、`ἀποκρουσθέντων` 和 `προσενεχθέντων` 构成了一连串的属格独立结构,以 `αὐτῶν` 为逻辑主语,用以描述主句主语 `οἱ περὶ τὸν Βούτην` 动作发生前的伴随状况或时间背景。
  3. §5.50.5τὸν δὲ — 冠词宾格形式带有 `δέ`(即 `τὸν δὲ`)在此指示主语的变换,指向前文刚刚被呼求的狄奥尼索斯,并在间接引语中作为不定式 `ἐμβαλεῖν` 的逻辑主语(宾格)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.50.1-5.50.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.50.1-5.50.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。