§5.50.1ἐπεὶ δὲ περὶ τῆς Σαμοθρᾴκης διήλθομεν, ἀκολούθως καὶ περὶ τῆς Νάξου διέξιμεν.
サモトラケについて説明し終えたので、次は順序に従ってナクソスについても述べることにしよう。
αὕτη γὰρ ἡ νῆσος τὸ μὲν πρῶτον προσηγορεύετο Στρογγύλη, ᾤκησαν δʼ αὐτὴν πρῶτοι Θρᾷκες διά τινας τοιαύτας αἰτίας.
というのも、この島は最初はストロンギュレと呼ばれており、最初にそこに住み着いたのは、以下のような理由によるトラキア人であった。
§5.50.2μυθολογοῦνται Βορέου γενέσθαι παῖδες Βούτης καὶ Λυκοῦργος οὐχ ὁμομήτριοι·
神話によれば、ボレアスの子として、同じ母親からではないブテスとリュクルゴスが生まれた。
τὸν δὲ Βούτην ὄντα νεώτερον ἐπιβουλεῦσαι τἀδελφῷ, καὶ καταφανῆ γενόμενον ἕτερον μὲν μηδὲν παθεῖν ὑπὸ τοῦ Λυκούργου, πρόσταγμα δὲ λαβεῖν ὅπως μετὰ τῶν συνεπιβουλευσάντων λαβὼν πλοῖα ζητῇ χώραν ἑτέραν εἰς κατοίκησιν.
年少であったブテスは兄に対して陰謀を企てたが、それが露見したとき、リュクルゴスから他には何の罰も受けなかったものの、陰謀の共謀者たちとともに船を得て、移住するための別の土地を探すようにとの命令を受けた。
§5.50.3διόπερ τὸν Βούτην μετὰ τῶν συνεγκαλουμένων Θρᾳκῶν ἐκπλεύσαντα καὶ διὰ τῶν Κυκλάδων νήσων κομιζόμενον κατασχεῖν τὴν Στρογγύλην νῆσον, καὶ ἐν ταύτῃ κατοικοῦντα λῄζεσθαι πολλοὺς τῶν παραπλεόντων.
それゆえ、ブテスはともに告発されたトラキア人たちとともに出帆し、キクラデス諸島の間を航行してストロンギュレ島を占領し、そこに住み着いて、航行する多くの人々から略奪を働いた。
σπανίζοντας δὲ γυναικῶν περιπλέοντας ἁρπάζειν ἀπὸ τῆς χώρας γυναῖκας.
しかし彼らは女性が不足していたので、周辺を航海して、その土地から女性たちを拉致した。
§5.50.4τῶν μὲν οὖν Κυκλάδων νήσων αἱ μὲν ὁλοσχερῶς ἔρημοι ὑπῆρχον, αἱ δʼ ὀλίγοις οἰκούμεναι·
さて、キクラデス諸島のうち、あるものは完全に無人であり、あるものは少数の住民しか住んでいなかった。
διόπερ πορρωτέρω πλευσάντων αὐτῶν, καὶ ἀπὸ μὲν τῆς Εὐβοίας ἀποκρουσθέντων, τῇ δὲ Θετταλίᾳ προσενεχθέντων, οἱ περὶ τὸν Βούτην ἀποβάντες ἐπὶ τὴν χώραν περιέτυχον ταῖς Διονύσου τροφοῖς περὶ τὸ καλούμενον Δρίος τῷ θεῷ ὀργιαζούσαις ἐν τῇ Φθιώτιδι Ἀχαΐᾳ.
それゆえ、彼らがより遠くへと航行し、エウボイアからは撃退されたもののテサリアに漂着したとき、ブテスとその仲間たちは上陸し、フティオティス地方のアカイアにあるドリオスと呼ばれる場所の近くで、その神のために狂乱の儀式を行っていたディオニュソスの乳母たちに行き当たった。
§5.50.5ὁρμησάντων δὲ τῶν περὶ τὸν Βούτην, αἱ μὲν ἄλλαι ῥίψασαι τὰ ἱερὰ εἰς θάλατταν ἔφυγον, αἱ δʼ εἰς ὄρος τὸ καλούμενον Δρίος·
ブテスの一行が襲いかかると、乳母たちのうちある者は聖なる道具を海に投げ捨てて逃げ、別の者はドリオスと呼ばれる山へと逃げた。
κορωνίδα δʼ ἁρπαγεῖσαν συναναγκασθῆναι τῷ Βούτῃ συνοικῆσαι.
しかしコロニスは拉致され、ブテスと同棲することを余儀なくされた。
ἐπὶ δὲ τῇ ἁρπαγῇ καὶ τῇ ὕβρει χαλεπῶς φέρουσαν ἐπικαλέσασθαι τὸν Διόνυσον βοηθῆσαι αὐτῇ.
彼女はこの拉致と侮辱をひどく憤り、ディオニュソスに助けを求めた。
τὸν δὲ μανίαν ἐμβαλεῖν τῷ Βούτῃ, καὶ διὰ τοῦτο παρακόψαντα ῥῖψαι ἑαυτὸν εἴς τι φρέαρ καὶ τελευτῆσαι.
すると神はブテスに狂気を送り込み、そのため彼は発狂して井戸に身を投げ、命を落とした。
§5.50.6οἱ δʼ ἄλλοι Θρᾷκες ἑτέρας τινὰς γυναῖκας ἥρπασαν, ἐπιφανεστάτας δὲ τήν τε Ἀλωέως γυναῖκα Ἰφιμέδειαν καὶ τὴν θυγατέρα αὐτῆς Παγκράτιν·
ほかのトラキア人たちは別の女性たちを拉致したが、その中で最も身分が高いのはアロエウスの妻イピメデイアと、その娘パンクラティスであった。
λαβόντες δʼ αὐτὰς ἀπέπλευσαν εἰς τὴν Στρογγύλην.
彼女らを捕らえると、彼らはストロンギュレへと船を走らせた。
οἱ δὲ Θρᾷκες ἀντὶ τοῦ Βούτου κατέστησαν βασιλέα τῆς νήσου Ἀγασσαμενόν, καὶ τὴν Ἀλωέως θυγατέρα Παγκράτιν κάλλει διαφέρουσαν συνῴκισαν αὐτῷ·
そしてトラキア人たちは、ブテスに代わってアガサメノスをその島の王に立て、美しさでひときわ優れたアロエウスの娘パンクラティスを彼と結婚させた。
§5.50.7πρὸ γὰρ τῆς τούτου αἱρέσεως οἱ ἐπιφανέστατοι τῶν ἡγεμόνων Σικελὸς καὶ Ἑκήτορος ὑπὲρ τῆς Παγκράτιδος ἐρίσαντες ἀλλήλους ἀνεῖλον.
というのも、彼の選出の前に、指導者たちのうちで最も有力なシケロスとヘケトロスが、パンクラティスを巡って争って互いに殺し合ったからである。
ὁ δὲ Ἀγασσαμενὸς ὕπαρχον ἕνα τῶν φίλων καταστήσας συνῴκισεν αὐτῷ τὴν Ἰφιμέδειαν.
アガサメノスは友人の一人を副官に任命し、イピメデイアを彼と結婚させた。