Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.49.1-5.49.6

卡德摩斯的婚礼与萨莫色雷斯秘仪

第 371 段,共 406 段 · 希腊语

内容简介

本文记叙了众神在卡德摩斯和哈耳摩尼亚婚礼上的赠礼与庆祝,以及其后代将圣仪传播至亚洲的过程。此外,还说明了萨莫色雷斯神秘仪式所带来的危难救助、道德提升,以及古代著名英雄的入信。

§5.49.1τὸν δὲ γάμον τοῦτον πρῶτον δαῖσαι θεούς, καὶ Δήμητραν μὲν Ἰασίωνος ἐρασθεῖσαν τὸν καρπὸν τοῦ σίτου δωρήσασθαι, Ἑρμῆν δὲ λύραν, Ἀθηνᾶν δὲ τὸν διαβεβοημένον ὅρμον καὶ πέπλον καὶ αὐλούς, Ἠλέκτραν δὲ τὰ τῆς μεγάλης καλουμένης μητρὸς τῶν θεῶν ἱερὰ μετὰ κυμβάλων καὶ τυμπάνων καὶ τῶν ὀργιαζόντων· καὶ Ἀπόλλωνα μὲν κιθαρίσαι, τὰς δὲ Μούσας αὐλῆσαι, τοὺς δʼ ἄλλους θεοὺς εὐφημοῦντας συναυξῆσαι τὸν γάμον.
据说众神最先庆祝了这场婚礼,德墨忒尔爱上了伊阿西翁,赠予他谷物的果实,赫尔墨斯赠予竖琴,雅典娜赠予著名的项链、佩普洛斯长袍和阿乌洛斯管,厄勒克特拉则赠予了被称为众神伟大母亲的圣仪,并伴随着钹、手鼓和那些举行狂欢仪式的人;阿波罗弹奏了基萨拉琴,缪斯吹奏了阿乌洛斯管,而其他众神则同声祝福,使婚礼更臻完美。
§5.49.2μετὰ δὲ ταῦτα τὸν μὲν Κάδμον κατὰ τὸν παραδεδομένον χρησμὸν κτίσαι Θήβας τὰς ἐν Βοιωτίᾳ φασί, τὸν δʼ Ἰασίωνα γήμαντα Κυβέλην γεννῆσαι Κορύβαντα.
在此之后,据说卡德摩斯根据传下来的神谕在波奥蒂亚创建了底比斯,而伊阿西翁娶了库柏勒并生下了科律巴斯。
Ἰασίωνος δὲ εἰς θεοὺς μεταστάντος, Δάρδανον καὶ Κυβέλην καὶ Κορύβαντα μετακομίσαι εἰς τὴν Ἀσίαν τὰ τῆς μητρὸς τῶν θεῶν ἱερὰ καὶ συναπᾶραι εἰς Φρυγίαν.
在伊阿西翁升天成神之后,达耳达诺斯、库柏勒和科律巴斯将众神之母的圣仪转移到了亚洲,并一同前往弗里吉亚。
§5.49.3καὶ τὴν μὲν Κυβέλην Ὀλύμπῳ τῷ πρώτῳ συνοικήσασαν γεννῆσαι Ἀλκήν, καὶ τὴν θεὰν Κυβέλην ἀφʼ ἑαυτῆς ὀνομάσαι· τὸν δὲ Κορύβαντα τοὺς ἐπὶ τοῖς τῆς μητρὸς ἱεροῖς ἐνθουσιάσαντας ἀφʼ ἑαυτοῦ Κορύβαντας προσαγορεῦσαι, §5.49.4γῆμαι δὲ Θήβην τὴν Κίλικος θυγατέρα.
库柏勒与第一位奥林匹斯同居,生下了阿尔刻,并以她自己的名字将这位女神命名为库柏勒;而科律巴斯则以自己的名字,将在他母亲的圣仪中狂喜附身的人们称为科律班特斯,并娶了刻利克斯的女儿底比。
ὁμοίως δὲ τοὺς αὐλοὺς εἰς Φρυγίαν ἐντεῦθεν μετενεχθῆναι, καὶ τὴν λύραν τὴν Ἑρμοῦ εἰς Λυρνησσόν, ἣν Ἀχιλλέα ὕστερον ἐκπορθήσαντα λαβεῖν.
同样,阿乌洛斯管也从这里被带到了弗里吉亚,而赫尔墨斯的竖琴则被带到了吕耳涅索斯,后来阿基琉斯在洗劫该城时得到了它。
ἐξ Ἰασίωνος δὲ καὶ Δήμητρος Πλοῦτον γενέσθαι φασὶν οἱ μῦθοι, τὸ δʼ ἀληθές, τὸν τοῦ σίτου πλοῦτον, δωρηθέντα ἐν τῷ τῆς Ἁρμονίας γάμῳ διὰ τὴν συνουσίαν τοῦ Ἰασίωνος.
神话说普路托斯是伊阿西翁和德墨忒尔所生,但事实是,由于伊阿西翁与她的交接,在哈耳摩尼亚的婚礼上赠送的是谷物的财富。
§5.49.5καὶ τὰ μὲν κατὰ μέρος τῆς τελετῆς ἐν ἀπορρήτοις τηρούμενα μόνοις παραδίδοται τοῖς μυηθεῖσι· διαβεβόηται δʼ ἡ τούτων τῶν θεῶν ἐπιφάνεια καὶ παράδοξος ἐν τοῖς κινδύνοις βοήθεια τοῖς ἐπικαλεσαμένοις τῶν μυηθέντων.
仪式的具体细节被保密,仅传授给已入信者;然而,这些神明的显现,以及他们在危难中对那些祈求他们的已入信者的非凡救助,却是广为人知的。
§5.49.6γίνεσθαι δέ φασι καὶ εὐσεβεστέρους καὶ δικαιοτέρους καὶ κατὰ πᾶν βελτίονας ἑαυτῶν τοὺς τῶν μυστηρίων κοινωνήσαντας.
据说,参与这些神秘仪式的人,也会变得更加虔诚、更加公正,并在各个方面都比从前的自己更好。
διὸ καὶ τῶν ἀρχαίων ἡρώων τε καὶ ἡμιθέων τοὺς ἐπιφανεστάτους πεφιλοτιμῆσθαι μεταλαβεῖν τῆς τελετῆς· καὶ γὰρ Ἰάσονα καὶ Διοσκόρους, ἔτι δʼ Ἡρακλέα καὶ Ὀρφέα, μυηθέντας ἐπιτυχεῖν ἐν ἁπάσαις ταῖς στρατείαις διὰ τῆν τῶν θεῶν τούτων ἐπιφάνειαν.
因此,古时那些最显赫的英雄和半神们也竞相渴望参与这一仪式;事实上,伊阿宋、迪奥斯库里,乃至赫拉克勒斯和奥非乌斯,都在入信之后,由于这些神明的显现而在所有的远征中取得了成功。

词汇与语法注释

  1. §5.49.1τὸν δὲ γάμον τοῦτον πρῶτον δαῖσαι θεούς — 此为间接引语中的“对格加不定式”结构,省略了主句动词(承接上文的 λέγουσι 或 φασί)。对格的 "θεούς" 是不定式 "δαῖσαι" 的逻辑主语,而 "τὸν δὲ γάμον τοῦτον" 是其直接宾语,因强调婚礼这一主题而置于句首(倒装结构)。
  2. §5.49.3τὴν θεὰν Κυβέλην ἀφʼ ἑαυτῆς ὀνομάσαι — 不定式 "ὀνομάσαι" 的逻辑主语承接前句的对格 "τὴν μὲν Κυβέλην"(母亲库柏勒)。直接宾语是 "τὴν θεὰν Κυβέλην"(女神库柏勒,指其女阿耳刻或其自身的神格),意为母亲库柏勒以自己的名字将这位女神命名为库柏勒。
  3. §5.49.4τὸ δʼ ἀληθές, τὸν τοῦ σίτου πλοῦτον, δωρηθέντα — "τὸ δʼ ἀληθές"(但事实上)是置于句首的副词性对格短语。接下来的对格 "τὸν τοῦ σίτου πλοῦτον" 是省略了的不定式(如 "γενέσθαι" 等)的逻辑主语,并受现在/完了被动分词 "δωρηθέντα" 修饰。该结构旨在对德墨忒尔与伊阿西翁的结合进行合理解释,说明其本质是在婚礼上赠予了“谷物的财富”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.49.1-5.49.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.49.1-5.49.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。