§5.48.1μετὰ δὲ ταῦτα τῶν κατὰ τὴν νῆσον Σάωνα, γενόμενον, ὡς μέν τινές φασιν, ἐκ Διὸς καὶ Νύμφης, ὡς δέ τινες, ἐξ Ἑρμοῦ καὶ Ῥήνης, συναγαγεῖν τοὺς λαοὺς σποράδην οἰκοῦντας, καὶ νόμους θέμενον αὐτὸν μὲν ἀπὸ τῆς νήσου Σάωνα κληθῆναι, τὸ δὲ πλῆθος εἰς πέντε φυλὰς διανείμαντα τῶν ἰδίων υἱῶν ἐπωνύμους αὐτὰς ποιῆσαι.
在此之后,据说在该岛的居民中,一个名叫萨翁的人——据有人说是宙斯和宁芙所生,据另一些人说是赫尔墨斯和雷涅所生——聚集了散居的民众,亲自制定了法律,他自己因该岛而被称为萨翁,并且将民众分为五个部落,以他自己的儿子们命名。
§5.48.2οὕτω δʼ αὐτῶν πολιτευομένων λέγουσι παρʼ αὐτοῖς τοὺς ἐκ Διὸς καὶ μιᾶς τῶν Ἀτλαντίδων Ἠλέκτρας γενέσθαι Δάρδανόν τε καὶ Ἰασίωνα καὶ Ἁρμονίαν.
在他们以此种方式治理国家时,据说在他们中间,宙斯与阿特拉斯的女儿之一厄勒克特拉生下了达耳达诺斯、伊阿西翁和哈耳摩尼亚。
§5.48.3ὧν τὸν μὲν Δάρδανον μεγαλεπίβολον γενόμενον, καὶ πρῶτον εἰς τὴν Ἀσίαν ἐπὶ σχεδίας διαπεραιωθέντα, τὸ μὲν πρῶτον κτίσαι Δάρδανον πόλιν καὶ τὸ βασίλειον τὸ περὶ τὴν ὕστερον κληθεῖσαν Τροίαν συστήσασθαι καὶ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Δαρδάνους ὀνομάσαι.
在他们之中,达耳达诺斯心怀大志,率先乘坐木筏渡海来到亚洲,起初创建了达耳达诺斯城,并在后来被称为特洛伊的地方周围建立了王国,并以自己的名字将民众命名为达耳达诺斯人。
ἐπάρξαι δʼ αὐτόν φασι καὶ πολλῶν ἐθνῶν κατὰ τὴν Ἀσίαν, καὶ τοὺς ὑπὲρ Θρᾴκης Δαρδάνους κατοικίσαι.
人们说他还统治了亚洲的许多民族,并将色雷斯彼方的达耳达诺斯人安置在彼处。
§5.48.4τὸν δὲ Δία βουληθέντα καὶ τὸν ἕτερον τῶν υἱῶν τιμῆς τυχεῖν, παραδεῖξαι αὐτῷ τὴν τῶν μυστηρίων τελετήν, πάλαι μὲν οὖσαν ἐν τῷ νήσῳ, τότε δέ πως παραδοθεῖσαν, ὧν οὐ θέμις ἀκοῦσαι πλὴν τῶν μεμυημένων.
而宙斯希望他的另一个儿子也能获得荣耀,便向他展示了神秘仪式的传授之法,这仪式自古以来就存在于岛上,而在当时以某种方式被传授下来;除了已入信的人之外,听闻此事是不合神法的。
δοκεῖ δʼ οὗτος πρῶτος ξένους μυῆσαι καὶ τὴν τελετὴν διὰ τοῦτο ἔνδοξον ποιῆσαι.
此人似乎是第一个让外邦人入信的人,并因此使这一仪式名声大噪。
§5.48.5μετὰ δὲ ταῦτα Κάδμον τὸν Ἀγήνορος κατὰ ζήτησιν τῆς Εὐρώπης ἀφικέσθαι πρὸς αὐτούς, καὶ τῆς τελετῆς μετασχόντα γῆμαι τὴν ἀδελφὴν τοῦ Ἰασίωνος Ἁρμονίαν, οὐ καθάπερ Ἕλληνες μυθολογοῦσι, τὴν Ἄρεος.
在此之后,阿革诺耳之子卡德摩斯为了寻找欧罗巴来到他们那里,在参与了神秘仪式之后,娶了伊阿西翁的妹妹哈耳摩尼亚,而不是像希腊人神话中所说的那样娶了阿瑞斯的女儿。