§5.47.1περὶ δὲ τῶν κατὰ τὴν Ἑλλάδα καὶ τὸ Αἰγαῖον πέλαγος κειμένων νῦν διέξιμεν, τὴν ἀρχὴν ἀπὸ τῆς Σαμοθρᾴκης ποιησάμενοι.
现在我们将叙述位于希腊和爱琴海的岛屿,并以萨莫色雷斯为起点。
ταύτην γὰρ τὴν νῆσον ἔνιοι μέν φασι τὸ παλαιὸν Σάμον ὀνομασθῆναι, τῆς δὲ νῦν Σάμου κτισθείσης διὰ τὴν ὁμωνυμίαν ἀπὸ τῆς παρακειμένης τῇ παλαιᾷ Σάμῳ Θρᾴκης Σαμοθρᾴκην ὀνομασθῆναι.
因为有人说,这座岛屿古时被称为萨摩斯,但当现在的萨摩斯岛建立时,由于同名的缘故,便根据与古萨摩斯相邻的色雷斯而命名为萨莫色雷斯。
§5.47.2ᾤκησαν δʼ αὐτὴν αὐτόχθονες ἄνθρωποι· διὸ καὶ περὶ τῶν πρώτων γενομένων παρʼ αὐτοῖς ἀνθρώπων καὶ ἡγεμόνων οὐδεὶς παραδέδοται λόγος.
该岛由土著居民居住;因此,关于他们之中最早出现的人类和统治者,没有任何传说流传下来。
ἔνιοι δέ φασι τὸ παλαιὸν Σαόννησον καλουμένην διὰ τοὺς ἀποικισθέντας ἔκ τε Σάμου καὶ Θρᾴκης Σαμοθρᾴκην ὀνομασθῆναι.
但也有人说,该岛古时被称为萨翁内索斯,因为从萨摩斯和色雷斯迁入的移民,才被命名为萨莫色雷斯。
§5.47.3ἐσχήκασι δὲ παλαιὰν ἰδίαν διάλεκτον οἱ αὐτόχθονες, ἧς πολλὰ ἐν ταῖς θυσίαις μέχρι τοῦ νῦν τηρεῖται.
土著居民拥有他们自己古老的方言,其中许多特征至今仍在祭祀中保留着。
οἱ δὲ Σαμόθρᾳκες ἱστοροῦσι πρὸ τῶν παρὰ τοῖς ἄλλοις γενομένων κατακλυσμῶν ἕτερον ἐκεῖ μέγαν γενέσθαι, τὸ μὲν πρῶτον τοῦ περὶ τὰς Κυανέας στόματος ῥαγέντος, μετὰ δὲ ταῦτα τοῦ Ἑλλησπόντου.
萨莫色雷斯人记载道,在其他地方发生洪水之前,该地曾发生过另一次大洪水,起初是由于克兰内埃附近的口子破裂,在此之后则是赫勒斯滂的破裂。
§5.47.4τὸ γὰρ ἐν τῷ Πόντῳ πέλαγος λίμνης ἔχον τάξιν μέχρι τοσούτου πεπληρῶσθαι διὰ τῶν εἰσρεόντων ποταμῶν, μέχρι ὅτου διὰ τὸ πλῆθος παρεκχυθὲν τὸ ῥεῦμα λάβρως ἐξέπεσεν εἰς τὸν Ἑλλήσποντον καὶ πολλὴν μὲν τῆς Ἀσίας τῆς παρὰ θάλατταν ἐπέκλυσεν, οὐκ ὀλίγην δὲ καὶ τῆς ἐπιπέδου γῆς ἐν τῇ Σαμοθρᾴκῃ θάλατταν ἐποίησε· καὶ διὰ τοῦτʼ ἐν τοῖς μεταγενεστέροις καιροῖς ἐνίους τῶν ἁλιέων ἀνεσπακέναι τοῖς δικτύοις λίθινα κιονόκρανα, §5.47.5ὡς καὶ πόλεων κατακεκλυσμένων.
因为黑海的海呈湖泊状态,由于注入其中的河流而注满,直到由于水量巨大,溢出的水流猛烈地冲入赫勒斯滂,淹没了亚洲沿海的大部分土地,并将萨莫色雷斯平坦土地的不小一部分变成了海洋;正因如此,在后来的时期里,一些渔夫曾用网捞起石质的柱头,这也证明了城市曾被淹没。
τοὺς δὲ περιληφθέντας προσαναδραμεῖν εἰς τοὺς ὑψηλοτέρους τῆς νήσου τόπους· τῆς δὲ θαλάττης ἀναβαινούσης ἀεὶ μᾶλλον, εὔξασθαι τοῖς θεοῖς τοὺς ἐγχωρίους, καὶ διασωθέντας κύκλῳ περὶ ὅλην τὴν νῆσον ὅρους θέσθαι τῆς σωτηρίας, καὶ βωμοὺς ἱδρύσασθαι, ἐφʼ ὧν μέχρι τοῦ νῦν θύειν· ὥστʼ εἶναι φανερὸν ὅτι πρὸ τοῦ κατακλυσμοῦ κατῴκουν τὴν Σαμοθρᾴκην.
幸存下来的人们向岛上更高的地方跑去;随着海水不断上涨,当地居民向神明祈祷,并在得救后在整座岛屿的周围设立了得救的界标,并建立了祭坛,至今他们仍在上面献祭;因此很明显,他们在洪水之前就居住在萨莫色雷斯。