Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.42.1-5.42.6

班凯亚岛的社会体制、香料贸易与帕纳拉市

第 364 段,共 406 段 · 希腊语

内容简介

阐述了班凯亚岛的王权、人口构成和香料贸易路线,并介绍了帕纳拉市的自治制度以及附近的三族宙斯神庙。

§5.42.1διῄρηται δὲ τοῖς ἐγχωρίοις ἡ χώρα, καὶ ταύτης ὁ βασιλεὺς λαμβάνει τὴν κρατίστην, καὶ τῶν καρπῶν τῶν γινομένων ἐν τῇ νήσῳ δεκάτην λαμβάνει.
土地在居民之间进行了分配,该国的国王获得最肥沃的部分,并获得岛上所产果实的十分之一。
τὸ δὲ πλάτος τῆς νήσου φασὶν εἶναι σταδίων ὡς διακοσίων.
据说该岛的宽度约为二百斯塔迪翁。
§5.42.2κατοικοῦσι δὲ τὴν νῆσον οἱ καλούμενοι Παγχαῖοι, καὶ τόν τε λιβανωτὸν καὶ τὴν σμύρναν κομίζουσιν εἰς τὸ πέραν καὶ πωλοῦσι τοῖς τῶν Ἀράβων ἐμπόροις, παρʼ ὧν ἄλλοι τὰ φορτία ὠνούμενοι διακομίζουσιν εἰς τὴν Φοινίκην καὶ Κοίλην Συρίαν, ἔτι δʼ Αἴγυπτον, τὸ δὲ τελευταῖον ἐκ τούτων τῶν τόπων ἔμποροι διακομίζουσιν εἰς πᾶσαν τὴν οἰκουμένην.
所谓的班凯亚人居住在这个岛上,他们将乳香和没药运送到对岸,卖给阿拉伯人的商人,其他商人从阿拉伯人那里购买货物,运往腓尼基、柯里叙利亚以及埃及,最后,商人从这些地方将货物转运到整个文明世界。
§5.42.3ἔστι δὲ καὶ ἄλλη νῆσος μεγάλη, τῆς προειρημένης ἀπέχουσα σταδίους τριάκοντα, εἰς τὸ πρὸς ἕω μέρος τοῦ ὠκεανοῦ κειμένη, τῷ μήκει πολλῶν τινων σταδίων· ἀπὸ γὰρ τοῦ πρὸς ἀνατολὰς ἀνήκοντος ἀκρωτηρίου φασὶ θεωρεῖσθαι τὴν Ἰνδικὴν ἀέριον διὰ τὸ μέγεθος τοῦ §5.42.4διαστήματος.
还有另一座大岛,距离前述岛屿三十斯塔迪翁,位于大洋的东部,长度达许多斯塔迪翁;据说,从向东延伸的岬角,由于其距离的遥远,可以看到印度呈现出云雾状的轮廓。
ἔχει δʼ ἡ Παγχαία κατʼ αὐτὴν πολλὰ τῆς ἱστορικῆς ἀναγραφῆς ἄξια.
班凯亚自身拥有许多值得载入史册的事物。
κατοικοῦσι δʼ αὐτὴν αὐτόχθονες μὲν οἱ Παγχαῖοι λεγόμενοι, ἐπήλυδες δʼ Ὠκεανῖται καὶ Ἰνδοὶ καὶ Σκύθαι καὶ Κρῆτες.
居住在其中的有被称为班凯亚人的原住民,以及作为外来移民的大洋居民、印度人、斯基泰人和克里特人。
§5.42.5πόλις δʼ ἔστιν ἀξιόλογος ἐν αὐτῇ, προσαγορευομένη μὲν Πανάρα, εὐδαιμονίᾳ δὲ διαφέρουσα.
岛上有一座著名的城市,名叫帕纳拉,在繁荣方面独占鳌头。
οἱ δὲ ταύτην οἰκοῦντες καλοῦνται μὲν ἱκέται τοῦ Διὸς τοῦ Τριφυλίου, μόνοι δʼ εἰσὶ τῶν τὴν Παγχαίαν χώραν οἰκούντων αὐτόνομοι καὶ ἀβασίλευτοι.
居住在这里的人被称为“三族宙斯的请愿者”,他们是居住在班凯亚土地上的居民中唯一自治且没有国王的。
ἄρχοντας δὲ καθιστᾶσι κατʼ ἐνιαυτὸν τρεῖς· οὗτοι δὲ θανάτου μὲν οὐκ εἰσὶ κύριοι, τὰ δὲ λοιπὰ πάντα διακρίνουσι· καὶ αὐτοὶ δὲ οὗτοι τὰ μέγιστα ἐπὶ τοὺς ἱερεῖς ἀναφέρουσιν.
他们每年任命三位执政官;这些人没有判处死刑的权力,但裁决所有其他事务;而且他们自己也将最重大的事务呈报给祭司。
§5.42.6ἀπὸ δὲ ταύτης τῆς πόλεως ἀπέχει σταδίους ὡς ἑξήκοντα ἱερὸν Διὸς Τριφυλίου, κείμενον μὲν ἐν χώρᾳ πεδιάδι, θαυμαζόμενον δὲ μάλιστα διά τε τὴν ἀρχαιότητα καὶ τὴν πολυτέλειαν τῆς κατασκευῆς καὶ τὴν τῶν τόπων εὐφυΐαν.
距离这座城市约六十斯塔迪翁处有一座三族宙斯的神庙,坐落在平原地区,因其古老、建筑的奢华以及该地优美的自然环境而特别令人赞叹。

词汇与语法注释

  1. 5.42.1τοῖς ἐγχωρίοις — 与完成时态被动语态动词 διῄρηται 连用的施事者与格(dative of agent)或利益与格(dative of interest),表示土地在当地居民之间或由其自身进行了分配。
  2. 5.42.1σταδίων ὡς διακοσίων — 度量属格(genitive of measure),作系动词不定式 εἶναι 的表语,用以表示该岛宽度的数值。
  3. 5.42.3ἀέριον — 宾格形容词,在被动不定式 θεωρεῖσθαι 的主语 τὴν Ἰνδικὴν 后面作谓语性修饰,描绘印度因距离过远而显得“如同虚空中的云雾”般朦胧的状态。
  4. 5.42.5ἀβασίλευτοι — 主格形容词,通过连接词 καί 与 αὐτόνομοι 并列,用作说明主语 οἱ δὲ ταύτην οἰκοῦντες(居住在城里的人)政治状态的表语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.42.1-5.42.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.42.1-5.42.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。